Δευτέρα 17 Απριλίου 2023

Παρακλητικός Κανών εις τον Αναστάντα εκ Τάφου Τριήμερον Κύριον ημών Ιησού Χριστόν

Ποίημα Δρos Χαραλάμπους Μ. Μπούσια

Μ. Υμνογράφου της των Αλεξανδρέων Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.

Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ο ἐκ τοῦ τάφου ἀναστάς, Ζωοδότα, ἴνα βροτῶν συναναστήσης παν γένος, ἠμῶν τα πάθη νέκρωσον, Χριστέ Ιησοῦ, καὶ ταχύ ἀνάστησον ἀπωλείας ἐκ λάκκου, τοὺς δοξολογοὐντάς Σε, πανευΐλατε Σώτερ, τοῖς ἀπ’ αιῶνος ἄπασι νεκροίς ο τῆν ἀγήρω ζωήν δωρησάμενος.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς·
Ἀνάστησόν με ἐκ βυθοῦ ἀπωλείας, Σῶτερ. Χ.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀνάστησον πάντας ἐκ τοῦ βυθοῦ δεινής ἀπωλείας, πολυεύσπλαγχνε Ἰησοῦ, Θεάνθρωπε Σῶτερ, πανοικτίρμον, ὸ ἀναστάς ἐκ τοῦ τάφου τριήμερος.

Ναούς ἀγιότητος παμφαείς, ἀνάδειξον δούλους, τοῦς ἀνάγνους σου Λυτρωτά, ὸ δόξαν σῆν θείαν πᾶσι δείξας, περικλεῶς ἀναστάς ἐκ τοῦ μνήματος.

Ἀπέλασον πνεύματα πονηρά, ἐκ τῶν σῶν προσφύγων, καὶ ειρήνευσον τῆν ζωήν, ἠμῶν σε ἀεὶ δοξολογούντων, τὸν ἀναστάντα ἐν δόξη Θεάνθρωπον.

Θεοτοκίον.
Σὸν δούλον ἐκλύτρωσαι ἀγαθή, παθῶν χαμαιζήλων, τὸν προσφεύγοντα μητρικαῖς, λιταῖς σου, σαφώς ὴ κατιδούσα, τοῦ σοῦ Υιοῦ τῆν λαμπράν ἐξανάστασιν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τὸν ἐκ τάφου ἐνδόξως Υἰόν Θεοῦ μέλψωμεν, ἀναστάντα πόθω βοῶντες· πάντας ἀνάστησον, ἐξ ἀμαρτίας βυθοῦ, καὶ ἐπηρείας τοῦ πλάνου, τοὺς δοξολογοὐντάς σε, εὔσπλαγχνε Κύριε.

Η ὀμήγυρις πάσα τῶν εὐσεβῶν κράζει σοι· νόσων ἀποδίωξον ἄλγη, ἄμφω καὶ λῦτρωσαι, μανίας τοῦ δυσμενοῦς, τοὺς σε δοξάζοντας Σῶτερ, ὸ ἠμῖν ἀνάστασιν δείξας σῆν ἔνδοξον.

Σὐνυπάρχειν σους δούλους εἰρηνικῶς, Κύριε, ὸ ἐξαναστάς ἐκ τοῦ τάφου, πάντας ἀξίωσον, διχοστασίας ἀχλύν, καὶ τῶν ερίδων ὀμίχλην, διαλύων φέγγει σου τῆς ἀναστάσεως.

Θεοτοκίον.
Οὐ παυόμεθα Μήτερ, Λόγου Θεοῦ, Πάναγνε, τοῦ ἐξαναστάντος ἐκ τάφου, σε μεγαλύνοντες, ἠμῶν τῶν τέκνων χειρός, στεῤῥῶς κρατούσαν καὶ δρόμον, πρὸς ὀρθὸν ιθὔνουσαν ταύτα σωτήριον.

Ανάστησον, ἐκ τοῦ βοθύνου πολέμων καὶ ἐμπαθείας τοῦς σους δούλους ὸ ἀναστάς ἐν δόξη, Θεάνθρωπε, καὶ βράβευσον πᾶσι τῆν σῆν εἰρήνην.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Ἀδίκων χειρῶν καὶ καταλάλων ῥῦσαί με, Χριστέ, ἀναστάς ἐκ μνήματος, κραυγάζω σοι· ὀκνηρίας, θλίψεων, φθόνου, ψεύδους, ῥαστῶνης, Θεάνθρωπε, καὶ φιλαυτίας, ἔλεος τὸ σὸν τὸ πλούσιον πόθω ἐξαιτούμενον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νῦν σὴν χάριν ἀπόστειλον, ἀναστάς ἐν δόξη Χριστέ, καὶ ῥῦσαί με ἀφροσύνης, κατακρίσεως, βίου τρυφηλού τε καὶ οιἤσεως.

Μὴ εἄσης με, Κύριε, ἔρμαιον γενέσθαι τοῦ παναλάστορος, τὸν ὐμνοῦντά σην ἀνάστασιν, ἀπαρχήν βροτῶν ἐξαναστάσεως.

Ἐννοῶν πεπραγμένων μοι λάθη τρέμω ὤραν σης θείας Κρίσεως, ἀλλά σοὶ θαῤῥῶν κραυγάζω σοι· σὠσόν με ὐμνοῦντά σην Ἀνάστασιν.

Θεοτοκίον.
Ἐκ τῆς πτώσεως ἔγειρον νεολαίαν ἔθνους ἠμῶν σῇ χάριτι, τῶν ναρκωτικών, φιλόστοργε, ἀναστάντος Μήτερ Λόγου Κτίσαντος.

ᾨδὴ ε΄. Φώτισον ὑμᾶς.
Κάθαρον ἠμᾶς, ἐπηρείας τοῦ ἀλάστορος, ὀφθαλμῶν πορνείας, ἀνυπακοής καὶ ζωής φιλαμαρτήμονος, Θεάνθρωπε.

Βύθιον ἐχθρόν, ὀν ἐπάτησας θανάτω σοῦ, καὶ ἐνδόξω Ἀναστάσει, Ἰησοῦ, ἀπ΄ ἐμού τοῦ σὲ δοξάζοντος ἐκδίωξον.

Ὕμνοις μελιχροῖς, σῆν Ἀνάστασιν δοξάζοντες, Ζωοδότα, δυσωποὐμέν σε ἀεί· ἀνωτέρους τήρει ἄπαντας κακότητος.

Θεοτοκίον.
Θέλημα ἠμῶν, τὠ θελήματι υπόταξον, τοῦ λαμπρῶς ἐξαναστάντος σῦου Υιοῦ, σαῖς πρεσβεῖαις, ἀγλαή Θεογεννήτρια.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ὀδήγησον, πρὸς ὁδούς σεμνότητος, ἐγρηγόρσεως ἀγνείας καὶ ἤθους, Χριστοῦ, Θεάνθρωπε Σῶτερ, τοὺς πόθω δοξολογοῦντάς σην θείαν Ἀνάστασιν καὶ ἀναμένοντας βροτῶν, τῆν κοινήν ἐκ νεκρῶν ἐξανάστασιν.

Ὑφέρποντα, ὄφιν ἐξαφάνισον, ὁ αὐτοῦ καταπατήσας τὸ κράτος, πάθει τῷ σῷ ἐν Σταυρῶ καὶ ἐνδόξω, ἐξαναστάσει σου Σῶτερ ἐκ μνήματος, ἴνα δοξάζωμεν ἀεί, τῆν λαμπράν σου Τριήμερον ἔγερσιν.

Ἀχρείω σου, δούλω Φωτοπάροχε, Ἰησοῦ, ο ἀναστάς ἐκ μνημείου, ἀπολλυμένω λιμῶ ἀγνωσίας, γαστριμαργίας κακίας οιἤσεως, καὶ ἀσωτίας πρὸς το φῶς, τῶν σεπτῶν ἐντολῶν σου κατεύθυνον.

Θεοτοκίον.
Πανάμωμε, Θεοτόκε ἴθυνον, πρὸς ὁδούς καταλλαγής καὶ ἀγάπης, τοὺς μεγαλύνοντας σε εἰς αιῶνας, ή τῆς ἀγάπης τῆν ἔκφρασιν Κύριον, Υἰόν σου τον μονογενή, Ἀναστάντα ἰδούσα ἐκ μνήματος.

Ἀνάστησον, ἐκ του βοθύνου πολέμων, καὶ ἐμπαθείας τοὺς σοὺς δούλους ὸ ἀναστάς ἐν δόξη, Θεάνθρωπε, καὶ βράβευσον πᾶσι τῆν σῆν εἰρήνην.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἰμάτων σου.

Ἐκ τοῦ βυθοῦ ἐμπαθείας ἀνάγαγε φιλαργυρίας, ἀργίας, κακότητος, ἀργολογίας, δεινής κατακρίσεως καὶ ἀκηδίας τον δούλόν σου, Κύριε, δοξάζοντά σου τῆν Ἀνάστασιν.

Προκείμενον.
Γένοιτο, Κύριε, τὸ έλεός σου ἐφ΄ ἡμᾶς.
Στίχος. 
Ἀγαλλιάσθε, δίκαιοι, ἐν Κυρίω.

Εὐαγγέλιον,
Ἐκ τοῦ κατὰ Μάρκον.
(Κεφ. ιστ΄ 9-20).

Ἀναστὰς δὲ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ᾿ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.  Ἐκείνη πορευθεῖσα ἀπήγγειλε τοῖς μετ᾿ αὐτοῦ γενομένοις, πενθοῦσι καὶ κλαίουσι. Κἀκεῖνοι ἀκούσαντες ὅτι ζῇ καὶ ἐθεάθη ὑπ᾿ αὐτῆς, ἠπίστησαν.
Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσιν ἐφανερώθη ἐν ἑτέρᾳ μορφῇ, πορευομένοις εἰς ἀγρόν.  Κἀκεῖνοι ἀπελθόντες ἀπήγγειλαν τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.  Ὕστερον ἀνακειμένοις αὐτοῖς τοῖς ἕνδεκα ἐφανερώθη, καὶ ὠνείδισε τὴν ἀπιστίαν αὐτῶν καὶ σκληροκαρδίαν, ὅτι τοῖς θεασαμένοις αὐτὸν ἐγηγερμένον οὐκ ἐπίστευσαν.  Καὶ εἶπεν αὐτοῖς· πορευθέντες εἰς τὸν κόσμον ἅπαντα κηρύξατε τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.  Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται, ὁ δὲ ἀπιστήσας κατακριθήσεται.  Σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα παρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι· γλώσσαις λαλήσουσι καιναῖς·  ὄφεις ἀροῦσι· κἂν θανάσιμόν τι πίωσιν, οὐ μὴ αὐτοὺς βλάψει· ἐπὶ ἀρρώστους χεῖρας ἐπιθήσουσι, καὶ καλῶς ἕξουσιν.  Ὁ μὲν οὖν Κύριος μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήφθη εἰς τὸν οὐρανὸν καὶ ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.  Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ Κυρίου συνεργοῦντος καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. Ἀμήν.

Δόξα.
Σῶτερ ὸ ἐνδόξως ἐξαναστάς ἐκ τάφου, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Κύριε η έγερσις, η ένδοξός σου ἐκ τάφου, απαρχή ἐγέρσεως πέλει τοῦ φυράματος ἐκ τοῦ μνήματος, τῶν βροτῶν ὕμνοις σε, θείοις δοξαζόντων και βοῷντών σοι Φιλάνθρωπε, ταχύ ανάστησον, πάντας πεπτωκότας τοῖς πάθεσι, πρὸς ἀπαθείας ἀῤῥητον ὔψος καὶ ζωὴν τὴν αἰώνιον, ἵνα γεγηθότες, αἰνώμεν εξανάστασιν τὴν σὴν, Λόγε Θεού πανευΐλατε, συμπαθές και εύσπλαγχνε.

Σῶσον ὁ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὥσπερ βάκτρον εἰρήνης, κοινωνίας εἰς γάμον ἐλθόντας στήριξον, καὶ πλήσον τᾶς καρδίας, ὐπομονής ἀφάτου, τῶν βοῷντών σοι Κύριε· ἐκ τάφου ὸ Ἀναστάς, συζύγους ὀμονόει.

Λῦσον πάντα δεσμόν μου, μετὰ πλάνης ἀπάτης δεινῶν αἰρέσεων, καὶ ἀμαρτίας Σῶτερ, ἐξαναστάς ἐκ τάφου, ἴνα λύσης φυράματος, βροτῶν δεσμούς Ιησοῦ, μετὰ φθορᾶς θανάτου.

Ἐπιστρέφοντας δούλους, ἀσωτίας ἐκ χῶρας πρὸς ἀγαθότητα, τῆν ἄφατόν σου δέξαι, καλῶς ὁ ἐκ τοῦ τάφου, Ἀναστάς πολυεύσπλαγχνε, καὶ κοἰνωνούς σῆς χαράς, γενέσθαι ἐκζητοῦντας.

Θεοτοκίον.
Ἰκετεύομεν πόθω, Παναγία Παρθένε, βροτῶν σε τάγματα, τοὺς ἀνυμνολογοῦντας ἀνάστασιν σου Τόκου, τῆν φωσφόρον ἀνάστησον, σαῖς ἰκεσίαις ταχύ, ἐκ λάκκου ἀμαρτάδων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀνάστησόν με, ἐξ ἐθισμού ψυχοκτόνου, οὐσιών ψυχοτρόπων τε οἴνου, καὶ ἀλκοολούχων, ποτῶν Χριστέ Παντάναξ.

Σχιζοφρενίας, ἐπιληψίας καὶ νόσων, λοιμικῶν ἀνωτέρους συντήρει, τοῦς ὐμνούντας Σῶτερ, τῆν ἐξανάστασίν σου.

Σοῦ τὰ ἐλέη, καὶ οἰκτιρμοῦς πέμψον Σῶτερ, τὠ αχρείω σου δούλω ὐμνούντι, τῆν Τριήμερόν σου, Ἀνάστασιν ἐκ τάφου.

Θεοτοκίον.
Ὠς ἀνιάτων, ἀσθενειῶν Θεοτόκε, σὲ ἰάτειραν ἀνευφημοῦντες, σπεύδομεν ἐν νόσοις, τῇ θείᾳ χάριτί σου.

ᾨδἠ θ΄. Κυρίως Θεοτόκον.
Τῆς ὐπερηφανίας, σκέδασον ὀμίχλην, καὶ τρυφηλότητος βίου ἐκδίωξον, τῆν σκοτομήνην σου δούλου, Φῶς κόσμου ἄδυτον.

Ἐπάκουσον σῶν δούλων, Σῶτερ ὁ ἐκ τάφου, ἐξαναστάς Ζωοδότα Θεάνθρωπε, ὸ κλίνων πᾶσιν οἰκέταις σου οὗς εὐήκοον.

Ῥανίδας μου δακρύων, πρόσδεξαι ὠς δῶρον, ἐγηγερμένε Χριστέ πολυτίμητον, τῇ σῇ ἐνδόξω ἐγέρσει, Σῶτερ ευΐλατε.

Θεοτοκίον.
Χριστόν ὃν ἐκ τοῦ τάφου, εἴδες ἀναστάντα, ἐνδόξως Θεογεννήτορ Παντάνασσα, ὐπέρ ἠμῶν ἐκδυσώπει, τῶν προσφευγόντων σοι.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Καθαιρέτην ᾅδου πανευλαβῶς, καὶ θανάτου πάντες, ἀναιρέτην ὠς ἀληθῶς, μέλψωμεν Ὑψίστου, τὸν ἀναστάντα Λόγον, τριήμερον ἐκ τάφου, εὔσπλαγχνον Κύριον.

Πρόξενον θεῶσεως τῶν βροτῶν, δι’ ἠμᾶς παθόντα, καὶ ταφέντα καὶ ἐκ νεκρῶν, ἀναστάντα δεύτε Χριστόν τὸν Ζωοδότην, ταῖς ὔμνων μελωδῖαις δοξολογήσωμεν.

Κάθαρον τοῦς δούλους σου ἐκ παθῶν, φιλοχρηματίας, φιλοΰλου τε βιοτής, καὶ ἀργολογίας, ὐσσῶπω χἀριτός σου, ἐγηγερμένε Σῶτερ κόσμου ἐκ μνήματος.

Δόξαν πάντες πέμψωμεν ἐν χορῶ, τὠ ἐξαναστάντι, ἐκ τοῦ τάφου Λόγω Θεοῦ, ἐν ἀῤῥήτω δόξη καὶ ἐν ἀγαλλιάσει, Αὐτόν εὐτάκτων ὔμνων ἄνθεσι στέφοντες.

Δούλόν σου ἀνάστησον Ιησοῦ, ἐκ δεινής κραββάτου, φιλαυτίας ὀδυνηράς, ἀδικίας ψεύδους ἀργίας ἐμπαθείας, καὶ μίσους τὸν ὐμνοῦντα σῆν ἐξανάστασιν.

Ἔγειρον ἐκ πλάνης αὶρετικῶν, τοῦς δοξολογούντας, σῆν Ἀνάστασιν ἐκ νεκρῶν, Λυτρωτά τοῦ κόσμου φθοράς ἐξ αἰωνίου, Θεάνθρωπε οἰκτίρμον καὶ πολυέλεε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ἀναστάς ἐκ τοῦ τάφου Χριστέ τριήμερος, κεκοιμημένων ἐκ τάφου, ἐγένου ὴ ἀπαρχή, χοϊκῶν καὶ ἐκ τοῦ λάκκου ἐξανάστασις, ἀμαρτιῶν τῶν εὐλαβῶς, δοξαζόντων σε ἀεί, καὶ πίστει σοῦ δεομένων· φῶτισον σκότη σῶν δούλων, φωτί σῆς θείας Ἀναστάσεως.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σῶτερ, ὸ ἐκ τάφου ἀναστάς, καὶ ἀρχή γενόμενος πάντων, κεκοιμημένων βροτῶν, παμφαούς ἐγέρσεως, Χριστέ Θεάνθρωπε, ἐγειρόν με ἐκ πτώσεων, δεινῶν καθ’ ἐκάστην, κατωδύνων θλίψεων, ἐχθροῦ κακῶσεων, καὶ ἀσθενειῶν, ἴνα πόθω, ὁ τῆς χἀριτός σου οικέτης ἀνυμνολογῶ σῆν ἐξανάστασιν.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.

Δίστιχον·

Ἀνάστησον Χαραλάμπη ἐκ βοθύνου,
Ἀναστάς Κύριε, παθῶν χαμαιζήλων.

proseyxi.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου