Τρίτη 20 Σεπτεμβρίου 2022

ΜΟΝΑΧΟΣ ΘΗΚΑΡΑΣ ΠΡΟΣΕΥΧΈΣ ΤΟΥ 14 ΑΙΩΝΑ ΠΡΩΤΗ ΩΡΑ

 

ΠΡΩΤΗ ΩΡΑ

Ἀρξάμενος λέγειν τὴν πρώτην Ωραν, λέγε πρῶτον· Βασιλεῦ οὐράνιε, τὸ Τρισάγιον,
τὸ Κύριε ἐλέησον (ιβ΄). Δόξα. Καὶ νῦν. Εἶτα τὸν Ὕμνον τοῦτον·
 
Ὕμνος εἰς τὴν πρώτην Ωραν
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου, Παναγία Τριάς, ὁμοούσιε Θεὲ τρισυπόστατε καὶ συναΐδιε· τὸ ἄσχετον κράτος· τὸ προαιώνιον· τὸ ὑπεράρχιον· ἡ ἀδιαίρε-τος βασιλεία καὶ ἀκατάληπτος.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου· ἡ ὑπερούσιος οὐσία, καὶ ἀγαθότης ἡ ὑπεράγαθος· ἡ ὑπέρσοφος σοφία, καὶ ζωὴ ἡ ὑπέρζωος· ἡ θεοποιὸς θεαρχία καὶ φωταρχία καὶ κυριαρχία.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου· ἡ γενεσιουργὸς αἰτία τοῦ σύμπαντος· ἡ ἀνεκλάλητος καλλονὴ καὶ ἐπέραστος· τὸ ὄντως ἀγαθόν, τὸ ὄντως καλόν· τὸ ζωογόνον κῦρος καὶ ζωῆς ἁπάσης παρεκτικόν· τὸ πάντων ἐφετῶν τὸ ἀκρότατον.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου· ἡ παντοδύναμος καὶ ἄρρητος δύναμις· ἡ πάντα σοφῶς καὶ ἀρίστως δημιουργήσασα καὶ πᾶσαν λογικήν σου δημιουργίαν σοφίζουσα· ἡ ὑπεράπειρος κυριότης, ἡ συνέχουσα καὶ συντηροῦσα καὶ προνοοῦσα τοῦδε τοῦ παντός· ἐξ ἧς αἱ πρῶται καὶ πρεσβύταται δυνάμεις, καὶ τὸ εἶναι ἔχουσι καὶ πρῶται εἰσί.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου, ὁ Πατὴρ ὁβἀγέννητος· ἡ μόνη πηγαία θεότης, ἡ τελεταρχική· τὸ κυρίως καὶ πρώτως αἴτιον τῆς δυνάμεως καὶ τῆς σοφίας· ἡ
ἄναρχος ἀρχὴ καὶ ἀπέραντος τοῦ καλοῦ καὶ τοῦ ἀγαθοῦ.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου, ὁ Υἱὸς ὁ γεννητός· τὸ ἐκ τοῦ ἀϊδίου φωτὸς ἀΐδιον φῶς· ὁ τοῦ Πατρὸς χαρακτὴρ καὶ εἰκὼν φυσικὴ ἀπαράλλακτος· ὁ μονοτρόπως ἐκ τοῦ Πατρὸς εἷς Υἱὸς ὡς μονογενής.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου, τὸ πανάγιον Πνεῦμα· τὸ πανσθενές· τὸ μόνον καὶ μόνως ἐκπορευόμενον ἐξ ἑνὸς καὶ μόνου τοῦ θεογόνου Πατρός· τὸ ἐκ τοῦ ὑπερουσίου φωτὸς τοῦ Πατρὸς ὁμοούσιον φῶς καὶ ἀπρόσιτον.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου· ἡ μία ἐκ τῆς μιᾶς θεότητος ἔλλαμψις ἑνικῶς διαιρουμένη, καὶ συνα-λπτομένη διαιρετῶς· ἡ ὑπερβάλλουσα ἀμέρεια τῆς τριφαοῦς
ἑνότητος· ἐν ᾗ πάντα συνῆπται καὶ πρόσεστιν ἀρρήτως καὶ ὑπερήνωται.
 
Δόξα τῇ παντοκρατορικῇ δυναστείᾳ σου· ὁ ἐν τρισὶν ἰσουργοῖς· ὑποστάσεσιν εἷς καὶ μόνος Θεός· ὁ μόνος δυνάστης· ὁ μόνος κραταιός· ὁ μόνος ἀγαθός.


Εὐχὴ
Σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ βεβήλῳ καὶ ἀναξίῳ δούλῳ σου ὑπεράγιε Δέσποτα, καὶ πᾶσαν περίελέ μου τὴν αἰσχρουργίαν καὶ μυσαρότητα.

Φώτισόν μου τὴν ἐξοφωμένην διάνοιαν τὰ ἄνω  καὶ ἐπιθυμεῖν καὶ ἀεὶ περὶ τούτων ἀναστρέφεσθαι.
Ἐνίσχυσόν με τοῦ ποιεῖν ἀόκνως καὶ ἀρρᾳθύμως τὰ τῆς σῆς βασιλείας σωστικὰ προστάγματα, ἵνα ὀρθῶς φρονῶν, ὀρθῶς βιοτεύων, τὸν τρισάγιον ὕμνον ὁ ἀχρεῖος ἐγὼ καὶ ἀνάξιος, μετὰ παρρησίας ἀκατακρίτως προσάγω τῇ βασιλείᾳ σου οὕτω βοῶν· Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ προάναρχος· Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ συνάναρχος· Ἅγιος Αθάνατος, τὸ Πνεῦμα τὸ συναΐδιον.
Τριὰς ἁγία ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ· καὶ οἷς
ἐπίστασαι κρίμασι, σῶσον με τὸν ἀνάξιον δοῦλον σου.
Πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

[Καὶ εὐθύς· Δεῦτε προσκυνήσωμεν (γ΄), μετανοίας (γ΄), καὶ ἄρξον τοὺς ψαλμούς·
Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε καὶ τὰ λοιπὰ τῆς πρώτης Ωρας· ὅταν δὲ ἡ Ασκη-
τικὴ Ἀκολουθία λέγεται, οὐ λέγουσι Δεῦτε προσκυνήσωμεν, ἀλλ᾽ εὐθὺς τὴν Προοι-
μιακὴν Εὐχὴν τῆς πρώτης Ωρας (βλ. σελ. 304) καὶ τὰ λοιπά].
 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου