Ε Υ Χ Η
Εἰς τὴν Παντοβασίλισσαν Θεοτόκον.
Καλλίστου Μοναχοῦ.
Φιλάνθρωπε, φιλάγαθε, φιλεύσπλαγχνε, Παρθενομῆτορ, Θεόνυμφε Δέσποινα καὶ Κυρία, ὁρατῆς τε καὶ νοουμένης κτίσεως πάσης, ὡς τὸν Ποιητὴν τούτων καὶ Δεσπότην ἀφράστως γεννήσασα, καὶ παρρησίαν διὰ τοῦτο ἀνείκαστον πρὸς αὐτὸν ἔχουσα.
Ἐπίβλεψον εὐμενῶς ἐπ’ ἐμὲ τὸν ταλαίπωρον καὶ ἀνάξιον δοῦλον σου, τὸν ἀεὶ ἐν ἀμελείᾳ καὶ ραθυμίᾳ βιοῦντα, καὶ ταῖς ἡδοναῖς δελεαζόμενον καὶ κατασπιλούμενον, καὶ διὰ παντὸς μέλους μολυνόμενον· δι’ ὁράσεως, δι’ ἀκοῆς, διὰ γλώττης, δι’ ἀφῆς, δι’ ὀσφρήσεως, καὶ ἁπλῶς εἰπεῖν, ὅλως ὅλον ὁμοῦ ἁμαρτίαν γενόμενον, καὶ μηδὲν ὑγιὲς ὑπόλοιπον ἔχοντα. Ἅπαξ γὰρ ὑπὸ τῆς ἁμαρτίας νικηθείς, ἄγομαι πρὸς ὅπερ ἂν αὕτη βούληται· λοιπόν, μεγάλης μοι βοηθείας χρεία, ἣ οὐκ ἔστιν ἐν πάσῃ τῇ κτίσει, πλὴν σοῦ τῆς Παντοδυνάμου.Δι’ ὃ μή με παρίδῃς, Πανάχραντε. Πάντες γὰρ παρεῖδον καὶ παρῆλθόν με, ὁρῶντές μου τὸ ἀνίατον· Προφῆται, Ἀπόστολοι, Διδάσκαλοι, Δίκαιοι, θεῖοι Πατέρες καὶ ὑπελείφθην μόνος, ὡς νεκρὸς ἐν τάφῳ, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου· καὶ ὁ βοηθήσων μοι τὸ παράπαν οὐδείς· ἔχων δὲ μικρὸν ἔτι ζωῆς λείψανον, μικρᾷ βοῇ βοῶ πρὸς σέ, πανύμνητε Θεοτόκε, τὴν πάντα δυναμένην, τὴν πάντα ἀνύουσαν. Καὶ γάρ, οἷα περ θέλεις καὶ βούλει, τὰ αὐτὰ καὶ ὁ σὸς Υἱὸς βούλεται· σὺ γὰρ Παντάνασσα, τὴν αὐτοῦ πεῖναν καὶ δίψαν πληροῖς, ἥτις ἐστὶν ἡ τῶν βροτῶν σωτηρία· καὶ εἰς τοῦτο κατεσκεύασέ σε Μητέρα αὐτοῦ, εἰς τὸ τελεῖν τὰ καταθύμια αὐτοῦ· χαίρει γὰρ καὶ ἀγάλλεται, ἡνίκα αἰτεῖς ὑπὲρ τῶν καταπονουμένων ἀνάκλησιν· μάλιστα δὲ ὑπὲρ ἐμοῦ, τοῦ ὁλόσωμον ἐπιφερομένου πληγήν.
Ἐπίσκεψαί μου τὴν ἀσθένειαν, εὐλογημένη· θεράπευσόν μου τὰς πληγάς, δεδοξασμένη· ἴδε τὴν κάκωσιν τῆς ψυχῆς μου, ἡ κεχαριτωμένη· ἐν ἀπογνώσει συνέχομαι, καὶ παραβραχὺ τῷ ᾅδῃ ἡ ψυχή μου κατέρχεται, εἰ μὴ σύ, Δέσποινα, βοηθήσῃς μοι. Ἔχεις τὴν εὐσπλαγχνίαν· ἔχεις τὴν φιλανθρωπίαν. Ὅθεν μὴ παρίδῃς μου τὴν οἰκτρὰν ταύτην δέησιν, τὴν ἐκ ρυπαρῶν χειλέων προσφερομένην σοι· ἀλλὰ πάρεσό μοι ἀεὶ ἐπικαλουμένῳ σε, καὶ γενοῦ μοι παρηγορία, ἀμόλυντε· γενοῦ μοι παραμυθία, ἀκήρατε· γενοῦ μοι γαλήνη, γαληνοτάτη· γενοῦ μοι κάλλος τοῦ οὐρανίου Πατρός, πάγκαλε νύμφη· γενοῦ μοι ὡράϊσμα, πάντων ἡ ὡραιότης· γενοῦ μοι φρουρός, φύλαξ, προστάτις, καταφυγή, βοηθός, σκέπη ἐν παντὶ καιρῷ καὶ τόπῳ, ἐν ἡμέρᾳ, ἐν νυκτί, κοιταζομένῳ, ἀνισταμένῳ, περιπατοῦντι· ἐν πάσῃ μου τῇ ζωῇ ἀδιαστάτως μοι σύνεσο· δύνασαι γάρ, ἀδυνατεῖ δέ σοι οὐδέν.
Τὰς τῶν ἐναντίων ἐφόδους καὶ ὁρμὰς διασκέδασον καὶ ἀφάνισον ἐξ ἐμοῦ, Παναγία· ἐν τῇ ἐξόδῳ τῆς ταλαιπώρου μου ψυχῆς, πρόστηθι, καὶ τῆς ἀπαραιτήτου καὶ φοβερᾶς καταδυναστείας τῶν πονηρῶν δαιμόνων ἀπάλλαξόν με. Μὴ ἐάσῃς, Δέσποινά μου Θεοτόκε, ἐπ’ ἐμοὶ τούτους χαρῆναι· ἀλλ’ ὁ σὸς Υἱὸς μᾶλλον, καὶ οἱ ἅγιοι Ἄγγελοι, ἐπὶ τῇ ἐμῇ σωτηρίᾳ χαρήτωσαν· οἱ δὲ αὐτοῦ, καὶ τοῦ αὐτοῦ πλάσματος ἐχθροί, κεναῖς ταῖς ἐλπίσιν εὐφραινέσθωσαν. Ἐν δὲ τῇ πανδήμῳ καὶ φοβερᾷ τῆς παγκοσμίου κρίσεως ἡμέρᾳ, τῆς αἰωνίου ρῦσαί με κολάσεως· καὶ τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, κληρονόμον με ἀνάδειξον. Ναί, πολυεύσπλαγχνε Μαρία Θεόνυμφε, ἵνα ὑμνῶ, εὐλογῶ καὶ μεγαλύνω, σὲ τὴν ἐπέκεινα πάντων τῶν ἀρχαγγελικῶν στρατευμάτων, τὴν τιμιωτέραν τῶν Χερουβίμ, τὴν ἐνδοξοτέραν τῶν Σεραφίμ, τὴν τοῦ Θεοῦ ἁγνὴν Μητέρα, κἀμοῦ βεβαίαν ἐλπίδα· νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
* «ΑΠΑΝΘΙΣΜΑ ΛΙΑΝ ΚΑΤΑΝΥΚΤΙΚΩΝ ΕΥΧΩΝ, Συνερανισθὲν ὑπὸ ἁγίου Νικοδήμου τοῦ Ἁγιορείτου», Βόλος 1980, σελ. 37,38.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου