Ἱερομ. Ἀθ. Σιμωνοπετρίτου
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Τοῦ Θείου Πνεύματος γενόμενος οἶκος, τῶν Ἱερέων ἀνεδείχθης ἀκρότης, καὶ τοῦ Χριστοῦ ἐκσφράγισμα ἐν βίῳ σου παντί· ὅθεν κατηξίωσαι, Ἰωάννη Κροστάνδης, τοῦ τελεῖν θαυμάσια, τοῖς προστρέχουσι πόθῳ, καὶ ἐξαιτοῦσι τὰς πρὸς τὸν Θεόν, σὰς ἱκεσίας, Ῥωσσίας τὸ καύχημα.
Δόξα. Καὶ νῦν Θεοτοκίον, ὅμοιον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους· οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄(50) Ψαλμός.
Εἶτα ὁ Κανὼν, οὗ ἡ ἀκροστιχίς: Ὦ Ἰωάννη, δὸς ἡμῖν τῶν αἰτημάτων λύσιν. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὡς ἔχων τὴν χάριν τῶν πρεσβειῶν, πολλὴν πρὸς Δεσπότην, καθικέτευε ἐκτενῶς, δοθῆναι ἡμῖν τοῖς σὲ τιμῶσιν, ὦ Ἰωάννη, πταισμάτων τὴν ἄφεσιν.
Ἰάσεις παρέχων παντοδαπάς, τοῖς ὅσοι ἐν πόθῳ, κατασπάζονται εὐλαβῶς, εἰκόνα σου, Πάτερ Ἰωάννη, κἀμοῦ τὰ χρόνια πάθη ἰάτρευσον.
Ὡς Ἄγγελος ζήσας ἐπὶ τῆς γῆς, Χριστὸν μόνον ἔσχες, τὸ ποθούμενον ἀκλινῶς· διὸ τὴν ἀγάπην Τούτου δίδου, ἐν ταῖς καρδίαις τῶν πίστει τιμώντων σε.
Θεοτοκίον.
Ἁγνείαν Σου, Μῆτερ, παρθενικὴν, ζηλώσας ἐνθέως, Ἰωάννης ὁ θαυμαστός, ἁγνότητι βίον διεξῆλθε, συνοδοιπόρος παρθένων γενόμενος.
ᾨδὴγ ́. Οὐρανίας ἁψῖδος.
Νοῦν Χριστοῦ κεκτημένος, ἐν τῷ Χριστῷ ἔζησας· ὅθεν καὶ ἡμᾶς τοὺς τιμῶντας, ζωὴν ἁγίαν σου, Πάτερ, ἀξίωσον, ἐν τῷ νοῒ περιφέρειν, τοῦ Κυρίου πάντοτε, μνήμην ζωήῤῥυτον.
Νικητὴς ἀνεδείχθης, τῶν ἡδονῶν σώματος, ἀντιπαραβάλλων σωφρόνως, Χριστοῦ ἡδύτητα, ἥτις προσγίνεται, ἀσκητικοῖς, Πάτερ, τρόποις, ἥν περ δίδου δώρημα, τοῖς σὲ γεραίρουσιν.
Ἡ Ἀγγέλου λαμπρότης, τὴν τοῦ Θεοῦ δέδειχε, Πάτερ, ἀκλινῆ προστασίαν, δι’ ἧς πεπόρευσαι· ὅθεν ἀξίωσον, κἀμὲ θερμαῖς σου πρεσβείαις, ὅπως ἔχω αἴσθησιν, ψυχῆς μου φύλακος.
Θεοτοκίον.
Δωρεᾶς ἠξιώθης, μοναδικῆς, Ἄχραντε, τοῦ Θεοῦ γενέσθαι Μητέρα, Ἁγίῳ Πνεύματι· ὅθεν ἀξίωσον, τοὺς ὑμνητάς Σου φανῆναι, θεοτόκους, Πάναγνε, τῇ θείᾳ Χάριτι.
Διάσωσον, τοὺς σοὺς ἱκέτας, τρισόλβιε Ἰωάννη, ἀπὸ πάσης ἐπηρείας ἐχθροῦ πολεμήτορος, καὶ ἴασαι, τῶν ψυχῶν καὶ σωμάτων νόσους.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε, Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι, τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Κροστάνδης ποιμήν, ἐδείχθης ἁγιώτατος, καὶ τύπος Χριστοῦ, ἐν πάσῃ πολιτείᾳ σου, τοὺς πιστοὺς ὁδηγῶν πρὸς ζωὴν τὴν αἰώνιον, σαῖς σοφωτάταις διδαχαῖς, Ἰωάννη τρισόλβιε.
ᾨδὴ δ ́. Εἰσακήκοα, Κύριε.
Ὀρθοδόξων τὸ σύστημα, ἐκ τῶν διδαχῶν σου τροφοδοτούμενον, σὲ γεραίρει ὡς διδάσκαλον, Ἰωάννη Πάτερ ἱερώτατε.
Συμπαθείᾳ ἐπίβλεψον, ἐπὶ τοὺς θαυμάζοντας πολιτείαν σου, Ἰωάννη, καὶ ἱκέτευε, τὸν Σωτῆρα δοῦναι ἡμῖν ἄφεσιν.
Ἡ ἀκόρεστος ἔφεσις, δι’ ἧς, Ἰωάννη, Χριστῷ προσήγγιζες, καταφλέξοι τὴν ἀναίσθητον, ἀκηδίαν ἥτις με κατέλαβε.
Θεοτοκίον.
Μὴ παρίδῃς, Πανάμωμε, τῶν Σοὶ προσπιπτόντων θερμῶς αἰτήματα, ἀλλὰ ταῦτα πρὸς τὸν Κύριον, μητρικῇ ἀγάπῃ διαβίβασον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδοιμι κἀγώ, τῇ ψυχῇ μου ἀνατέλλοντα, τὸν τῆς ζωῆς ἄϋλον Ἥλιον, Ὃς τὴν ζωήν σου, Ἰωάννη, κατεφώτισε.
Νήψει συνεχεῖ, Ἰωάννη, πορευόμενος, εἰ καὶ ἐν κόσμῳ διετέλεις σαρκικῶς, ἡμῖν παράσχου, ταύτην δῶρον πολυτίμητον.
Τὸ καινοποιὸν, τοῦ Κυρίου Πνεῦμα χάρισαι, τοῖς προσκυνοῦσι τὴν εἰκόνα σου θερμῶς, ὦ Ἰωάννη, ἵνα σὲ καταγεραίρωμεν.
Θεοτοκίον.
Ὡς καταφυγήν, ἐν ταῖς θλίψεσι γνωρίζοντες, Σέ, Παναγία, ἱκετεύομεν πιστῶς, κύματα βίου, ταῖς εὐχαῖς σου καταπράϋνον.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Νεότητα, τῷ Χριστῷ ὁδήγησον, Ἰωάννη, στοργικῇ σου ἀγάπῃ, καὶ πειρασμῶν, ταύτην φύλαττε, Πάτερ, εἰδὼς καλῶς τῆς ψυχῆς τὸ εὐόλισθον· σαρκὶ γὰρ ζῶν ἔτι πολύν, πρὸς αὐτοὺς τὴν φροντίδα ἐδείκνυες.
Ἀγάπης, τῆς διπλῆς παλάτιον,πρὸς Θεὸν καὶ τὸν πλησίον ὑπάρχων, οἴκους αὐτῆς, καὶ ἡμᾶς ἀναδείξαις, αὐτοαγάπην Χριστὸν ἐξαιτούμενος, Κροστάνδης ἀναμορφωτά, Ἰωάννη, θεόψυχε Ἅγιε.
Ἰάτρευσον, ἀσθενείας, Ἅγιε, τῶν ψυχῶν καὶ τῶν σωμάτων σῶν δούλων, ἔχεις καὶ γάρ, τῶν ἰάσεων χάριν, παρὰ Χριστοῦ ἰατροῦ ἀνθρωπότητος, Ὃς γνοὺς ἀγάπην σῆς ψυχῆς, ἰατρόν σε φιλάνθρωπον ἔδειξε.
Θεοτοκίον.
Τὰ πάθη μου, τὴν ψυχὴν συμπνίγουσι, καὶ σκοτοῦσι ὀπτικὸν διανοίας· διὸ Χριστόν, φῶς τοῦ κόσμου τεκοῦσα, ταῦτα ἀφάνισον δέομαι, Δέσποινα, καὶ στήριξόν με ἐν ὁδῷ, μετανοίας εὐχαῖς παναγίαις Σου.
Διάσωσον, τοὺς σοὺς ἱκέτας, τρισόλβιε Ἰωάννη, ἀπὸ πάσης ἐπηρείας ἐχθροῦ πολεμήτορος, καὶ ἴασαι,τῶν ψυχῶν καὶ σωμάτων νόσους.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀπὸ βρέφους ποθήσας τὸν Κύριον, λειτουργὸς τούτου γέγονας ἄριστος, καὶ Ἀγγέλοις, ἁμιλληθεὶς ἁγίᾳ σου ζωῇ, ποιμὴν ὤφθης ἀληθής, πιστοὺς Θεῷ καθοδηγῶν, τοῖς σοφοῖς σου διδάγμασιν· ὅθεν τοὺς σὲ τιμῶντας, καύχημα τῆς Κροστάνδης, υἱοὺς ἀνάδειξον φωτός, Ἰωάννη, πρεσβείαις σου.
Προκείμενον. Οἱ Ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί Σου ἀγαλλιάσσονται.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ε΄ 14-19).
Εἶπεν ὁ Κύριος· ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη, οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ ̓ ἐπὶ τὴν λυχνίαν καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐντοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν Νόμον ἢ τοὺς Προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται· ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ ̓ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Δόξα. Ταῖς τοῦ Σοῦ Ἁγίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…
Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἰωάννη Ἅγιε, ὡς τοῦ Χριστοῦ ὑπηρέτης, Τοῦτον καθικέτευε, ὑπὲρ τῶν τιμώντων σε καὶ αἰτούντων σου, τὴν θερμὴν δέησιν, ὅπως ἰαθῶμεν, ἐκ πληγῶν ψυχῆς καὶ σώματος, καὶ ἐποφθείημεν, οἶκοι τῆς Τριάδος λαμπρότατοι· ζῶντες ἀεὶ ἐν Πνεύματι, ὥσπερ σὺ ὡς Ἄγγελος ἔζησας, καὶ νῦν Ἐκκλησίαν, φωτίζεις ταῖς σοφαῖς σου διδαχαῖς, καθοδηγῶν πρὸς μετάνοιαν, τρυφητὰς τῶν λόγων σου.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἡ σοφὴ ποιμανσία, ἐν Κροστάνδῃ ἐδείχθη δῶρον οὐράνιον, δι’ ἧς, Πάτερ, τὰ πλήθη, ὡδήγησας σωφρόνως, πρὸς Κυρίου τὴν μίμησιν, ἥν, Ἰωάννη σεπτέ, παράσχου ὑμνηταῖς σου.
Μιμούμενος τὸν πρᾷον, Ἰησοῦν φιλανθρώπως πᾶσι διέκεισο, καὶ ἐλεημοσύνην, πλουσίως ἐχορήγεις, Ἰωάννη, τοῖς χρήζουσιν· ὅθεν κἀμὲ τὸν πτωχόν, ἐλέησον εὐχαῖς σου.
Ἀγγελικῶς τραπέζῃ, τοῦ Κυρίου παρίστασο πάντοτε, τὸ Σῶμα καὶ τὸ Αἷμα, Αὐτοῦ πιστοῖς παρέχων, Ἰωάννη χριστόψυχε, ὧν κοινωνοῦντας ἡμᾶς, ἀξίωσον ἐν φόβῳ.
Θεοτοκίον.
Τῆς ψυχῆς μου τὸν φόρτον, ὃν συνήγαγον, Μῆτερ, ταῖς ἁμαρτίαις μου, ἐλάφρυνον καὶ δίδου, ῥανίδας τῶν δακρύων, ὅπως εὕρω εὐΐλατον, τὸν Δικαστὴν Ἰησοῦν, ἐν ὥρᾳ τῇ ἐσχάτῃ.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὡς χριστευχέτης, παντὸς τοῦ κόσμου ὑπάρχων, Ἰωάννη, ἱκέτευε Δεσπότην, ἵνα ἐλεήσῃ, τοὺς σὲ ὑμνολογοῦντας.
Νίκην παράσχου, ἐν πειρασμοῖς, Ἰωάννη, τοῖς κυκλοῦσιν ἡμᾶς ἐν ἀναιδείᾳ, καὶ Χριστοῦ ἀγάπην, ἐμφύτευσον καρδίαις.
Λύπης τὰ νέφη, καὶ ψυχικὰς ἀλλοιώσεις, ἀποδίωκε πόῤῥω, Ἰωάννη, τῶν ὑμνολογούντων, χαρμόσυνόν σου βίον.
Θεοτοκίον.
Ὑπὲρ ἁπάσης, τῆς οἰκουμένης, Παρθένε, τὰς ἁγίας Σου χεῖρας πρὸς Δεσπότην, ἔκτεινον καὶ αἴτει, ἀσάλευτον εἰρήνην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Σημεῖον ἐχαρίσθης, τῇ Ὀρθοδοξίᾳ, ἐν χρόνοις, Πάτερ, ἐν οἷς μακρυνόμεθα, τῆς τοῦ Κυρίου ἀγάπης ,ᾗ ἡμᾶς στήριξον.
Ἰώμενος μὴ παύσῃ, Πάτερ Ἰωάννη, τὰ τῶν ψυχῶν καὶ σωμάτων τὰ τραύματα· σοὶ γὰρ Θεὸς ἐδεδώκει, χάριν ἰάσεων.
Νῦν ἤγγικεν ἡ ὥρα, τοῦ θανάτου, Πάτερ, ἐν ᾗ Κριτῇ ἀδεκάστῳ στησόμεθα,Ὃν ἐξιλέου εὐχαῖς σου, φιλαδελφότατε.
Θεοτοκίον.
Ἀκήρατε Παρθένε, σὺν τῷ Ἰωάννῃ, τῷ θεοψύχῳ Χριστὸν ἱκετεύσατε, ὅπως μὴ κλείσῃ τὴν θύραν, ἡμῖν τῆς Χάριτος.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.
Χαίροις τῆς Ῥωσσίας θεῖος βλαστός· χαίροις τῆς Κροστάνδης, θεοπύρσευτος λειτουργός, τῆς Ὀρθοδοξίας, κοινὸν διδασκαλεῖον, ὦ Πάτερ Ἰωάννη, Χριστοῦ εἰκόνισμα.
Τῆς ἱερωσύνης λαμπρὰν στολήν, Πάτερ Ἰωάννη, ἐξωράϊσας θαυμαστῶς, Πνεύματος δυνάμει, ἀναδειχθεὶς Ῥωσσίας, φωστὴρ αὐγάζων πάντας, τῷ θείῳ βίῳ σου.
Τοῦ καλοῦ Ποιμένος καλὸς ποιμήν, μάκαρ Ἰωάννη, γεγονὼς καὶ ἀγγελικῶς, Τούτῳ καθ’ ἑκάστην, παρεστηκὼς ἐτρύφας, τῆς ἀκηράτου δόξης, ἧς πάντες τύχοιμεν.
Τοὺς ἀσπαζομένους σου εὐλαβῶς, τὴν σεπτὴν εἰκόνα, πλήρου θείων εὐλογιῶν, καὶ τὴν τοῦ Κυρίου, ὑπάναπτε τὴν φλόγα, ὦ Πάτερ Ἰωάννη, θερμαῖς πρεσβείαις σου.
Ἴασαι συντρίμματα τῶν ψυχῶν, καὶ σωμάτων νόσους, Ἰωάννη θαυματουργέ, ὥσπερ ἐν Κροστάνδῃ, ἐν βίῳ ἐξιᾶσο, τῶν ἀσθενούντων πλήθη, εὐχαῖς ἁγίαις σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ἁγίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα
Τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις θεῖε θύτα τοῦ Χριστοῦ, Πάτερ Ἰωάννη Κροστάνδης, καὶ Τούτῳ πρέσβευε, δοῦναι τοῖς τιμῶσί σε, πταισμάτων ἄφεσιν, τὴν ὑγείαν τοῖς σώμασι, εἰρήνην καρδίαις, καὶ Ἁγίου Πνεύματος, τῶν χαρισμάτων πληθύν· ὅπως κληρονόμοι ὀφθῶμεν, θείας Βασιλείας Κυρίου, σὺν χοροῖς Ἁγίων ἅπασι.
Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Στίχοι.
Ἰωάννη, πρέσβευε τῷ Φιλανθρώπῳ,
Σῶσαί με ἐκ στόματος τοῦ μισανθρώπου.
⁜
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου