Δευτέρα 9 Μαρτίου 2020

ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΟΥΣ ΥΠΕΡΑΣΠΙΣΤΕΣ ΤΟΥ ΕΒΡΟΥ ΚΑΙ ΤΗΣ ΠΑΤΡΙΔΑΣ ΜΑΣ (να την διαβάζουμε συνέχεια). ΠΑΤΗΡ ΔΙΟΝΥΣΙΟΣ ΤΑΜΠΑΚΗΣ


ΠΡΟΣΕΥΧΗ ΓΙΑ ΤΟΥΣ ΥΠΕΡΑΣΠΙΣΤΕΣ ΤΟΥ ΕΒΡΟΥ

ΚΑΙ ΤΗΣ ΠΑΤΡΙΔΑΣ  ΜΑΣ

(να την διαβάζουμε συνέχεια)

Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)

Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταίς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τᾶς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τᾶς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.

Πάτερ ἠμῶν, ὁ ἐν τοίς οὐρανοίς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοίς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ. Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.

Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.

Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε, δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.

Θείῳ Πνεύματι, συγκροτηθέντες, δῆμος ὤφθητε, τροπαιοφόρος, Ἀθλοφόροι Χριστοῦ Τεσσαράκοντα· διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι, δοκιμασθέντες λαμπρῶς ἐδοξάσθητε. Ἀλλ' αἰτήσασθε, Τριάδα τὴν Ὑπερούσιον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.

Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν

Ψαλμός 26

(Αγίου Αρσενίου :Γιὰ νὰ προστατέψει ὁ Θεὸς ἀπὸ τὰ ἐχθρικὰ στρατεύματα, νὰ μὴν κάνουν κακὸ. )

ΚΥΡΙΟΣ φωτισμός μου καὶ σωτήρ μου· τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου· ἀπὸ τίνος δειλιάσω;  ἐν τῷ ἐγγίζειν ἐπ᾿ ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου, αὐτοὶ ἠσθένησαν καὶ ἔπεσαν.  ἐὰν παρατάξηται ἐπ᾿ ἐμὲ παρεμβολή, οὐ φοβηθήσεται ἡ καρδία μου· ἐὰν ἐπαναστῇ ἐπ᾿ ἐμὲ πόλεμος, ἐν ταύτῃ ἐγὼ ἐλπίζω.  μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην ἐκζητήσω· τοῦ κατοικεῖν με ἐν οἴκῳ Κυρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, τοῦ θεωρεῖν με τὴν τερπνότητα Κυρίου καὶ ἐπισκέπτεσθαι τὸν ναὸν τὸν ἅγιον αὐτοῦ.  ὅτι ἔκρυψέ με ἐν σκηνῇ αὐτοῦ ἐν ἡμέρᾳ κακῶν μου, ἐσκέπασέ με ἐν ἀποκρύφῳ τῆς σκηνῆς αὑτοῦ, ἐν πέτρᾳ ὕψωσέ με.  καὶ νῦν ἰδοὺ ὕψωσε κεφαλήν μου ἐπ᾿ ἐχθρούς μου· ἐκύκλωσα καὶ ἔθυσα ἐν τῇ σκηνῇ αὐτοῦ θυσίαν ἀλαλαγμοῦ, ᾄσομαι καὶ ψαλῶ τῷ Κυρίῳ.  εἰσάκουσον, Κύριε, τῆς φωνῆς μου, ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου.  σοὶ εἶπεν ἡ καρδία μου· ἐξεζήτησέ σε τὸ πρόσωπόν μου· τὸ πρόσωπόν σου, Κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾿ ἐμοῦ καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου· βοηθός μου γενοῦ, μὴ ἀποσκορακίσῃς με καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεός, ὁ σωτήρ μου.  ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, ὁ δὲ Κύριος προσελάβετό με.  νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ ἕνεκα τῶν ἐχθρῶν μου.  μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπανέστησάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.  πιστεύω τοῦ ἰδεῖν τὰ ἀγαθὰ Κυρίου ἐν γῇ ζώντων.  ὑπόμεινον τὸν Κύριον· ἀνδρίζου, καὶ κραταιούσθω ἡ καρδία σου, καὶ ὑπόμεινον τὸν Κύριον.

Ψαλμός 78

(Αγίου Αρσενίου :Γιὰ νὰ προφυλάξει ὁ Θεὸς  ἀπὸ λῃστεῖες καὶ καταστροφὲς τῶν ἐχθρικῶν στρατευμάτων.)

Ο ΘΕΟΣ, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου, ἔθεντο ῾Ιερουσαλὴμ ὡς ὀπωροφυλάκιον.  ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς·  ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ ῾Ιερουσαλήμ, καὶ οὐκ ἦν ὁ θάπτων.  ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν.  ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος, ἐκκαυθήσεται ὡς πῦρ ὁ ζῆλός σου;  ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο,  ὅτι κατέφαγον τὸν ᾿Ιακώβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν.  μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων· ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα.  βοήθησον ἡμῖν, ὁ Θεός, ὁ σωτὴρ ἡμῶν· ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ρῦσαι ἡμᾶς καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκα τοῦ ὀνόματός σου,  μή ποτε εἴπωσι τὰ ἔθνη· ποῦ ἔστιν ὁ Θεὸς αὐτῶν; καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἡ ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου τοῦ ἐκκεχυμένου.  εἰσελθέτω ἐνώπιόν σου ὁ στεναγμὸς τῶν πεπεδημένων, κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων.  ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε.  ἡμεῖς δὲ λαός σου καὶ πρόβατα νομῆς σου ἀνθομολογησόμεθά σοι εἰς τὸν αἰῶνα, εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου.

ΕΥΑΓΓΕΛΙΟΝ Ιωάνν.ιβ΄20-26



«ΤΩ  ΚΑΙΡΩ  ἐκείνω ἤσαν τινες Ἕλληνες ἐκ τῶν ἀναβαινόντων ἵνα προσκυνήσωσιν ἐν τῇ ἑορτῇ. Οὗτοι οὖν προσῆλθον Φιλίππῳ τῷ  ἀπὸ Βηθσαϊδὰ τῆς Γαλιλαίας, καὶ ἠρώτων αὐτὸν λέγοντες· κύριε, θέλομεν τὸν Ἰησοῦν ἰδεῖν.Ἔρχεται Φίλιππος καὶ λέγει τῷ Ἀνδρέᾳ, καὶ πάλιν Ἀνδρέας καὶ Φίλιππος λέγουσι τῷ Ἰησοῦ·  ὁ δὲ Ἰησοῦς  ἀπεκρίνατο αὐτοῖς λέγων·  ἐλήλυθεν  ἡ ὥρα  ἵνα  δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου.   Ἀμὴν  ἀμὴν λέγω ὑμῖν,  ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ,  αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ  ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγώ, ἐκεῖ  καὶ  ὁ διάκονος  ὁ ἐμὸς ἔσται· καὶ ἐάν τις  ἐμοὶ διακονῇ, τιμήσει αὐτὸν ὁ πατήρ.»

ΕΥΧΗ

ΚΥΡΙΕ Ἰησοῦ Χριστέ ὁ Θεός ἠμῶν, ὁ πολυέλαιος καί παντοδύναμος,ὁ εἰπῶν ἐπί τούς Ἕλληνας προσκυνητᾶς ˑ «ἐλήλυθεν  ἡ ὥρα  ἵνα  δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου» καί ὅτι «Ἐὰν ἐμοὶ διακονῇ τις, ἐμοὶ  ἀκολουθείτω». Σύ ὁ ἀνορθῶν τούς κατεραγμένους καί δοξάζων τους σέ δοξάζοντας , διά μεσιτείας τῆς Κεχαριτωμένης καί Πανάγνου σου  Μητρός, Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας, Τῆς Ὑπερμάχου Στρατηγοῦ τοῦ γένους ἠμῶν, Θεία δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυροῦ καί πρεσβείαις πάντων σου τῶν Ἁγίων, εἰσάκουσον ἠμῶν δεομένων Σου καί λύτρωσαι ἠμᾶς  ἀπό πάσης ἐπεγειρομένης κάθ ἠμῶν ταραχῆς καί ἐπιβουλῆς καί  διασκέδασον αὐτήν τή ἀμάχω σου δεξιά. Ρύσαι ἠμᾶς ἐκ τῶν ἀθέων ἐχθρῶν ἠμῶν καί ἐκ πάσης μεθοδείας , παγίδος καί μηχανουργίας αὐτῶν ἐλευθέρωσον καί μή ἀποστήσεις ἀφ’ ἠμων τήν σήν κραταιάν βοήθειαν.Ἐνίσχυσον τόν λαόν σου  καί τό στρατόπεδον ἠμῶν ὀχύρωσον, ἐνδυνάμωσον καί ἴσχυσον ἐν ἡμέρᾳ πολέμου. Ἔτι σου δεόμεθα κατάβαλε, σύντριψον , ἀφάνισον τούς ἀθέους καί ἀπίστους  βαρβάρους καί Ἀγαρηνούς ἐχθρούς ἠμῶν καί δός δόξαν τῷ ὀνόματί σου τῷ Ἁγίῳ. Νεύρωσον τόν τῆς καρδίας τόνον  δωρούμενος ἠμίν διά παντός εὐτολμίαν,ἀνδρείαν καί  βούλησην κραταιάν   ἴνα μεταλαβόντες  τῆς σῆς   πανσθενούς  προστασίας καί μή ἐπίχαρμα γεγονότες   τῶν δαιμόνων, τό «Χαῖρε» τή Πανάγνω Μητρί Σου βοήσωμεν, εὐχαριστοῦντες  χαρμοσύνως καί διαπαντός τό Πανάγιόν Σου ὄνομα σύν τῷ Πατρί καί Τῷ Ἁγίῳ Πνεύματι νῦν καί ἀεί καί εἰς τούς ἀπεράντους αἰώνας τῶν  αἰώνων.Ἀμήν 


(Από ΕΥΧΟΛΟΓΙΟΝ ΤΟ ΜΕΓΑ σελ.569 )


Κομποσχοίνι 100 κόμποι.


(σέ κάθε κόμπο λέμε : «Κύριε Ἰησοῦ Χριστέ ἐλέησον τό γένος μας» ἤ «Ὑπεραγία Θεοτόκε σῶσον τό γένος μας»)

Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός 

ἐλέησον καί σῶσον ἠμᾶς.Ἀμήν


πηγη: http://apantaortodoxias.blogspot.com

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου