Πέμπτη, 4 Αυγούστου 2016

Ο Μέγας Παρακλητικός Κανών στην Υπεραγία Θεοτόκο


Ο Μέγας Παρακλητικός Κανόνας

Ο Μεγάλος Παρακλητικός Κανόνας προς την Υπεραγία Θεοτόκο, ψάλλεται στούς ναούς την περίοδο του Δεκαπενταυγούστου εναλλάξ με τον Μικρό Παρακλητικό Κανόνα. Σύμφωνα με το Μέγα Ωρολόγιον, οι πιστοί τον ψάλλουν «εν πάσει περιστάσει και θλίψει ψυχής». Αποτελεί δημιούργημα του Θεοδώρου Δούκα του Λασκάρεως  Βλ. "Τυπικόν υπό του Ρήγα" [Τ.Γ.Ρ.]., σ. 881-883.


Οι Παρακλητικοί Κανόνες της Υπεραγίας Θεοτόκου είναι ακολουθίες παλαιότατες, που ψάλλονται προς "ίαση ψυχών και σωμάτων", σε κάθε θλίψη, καθώς μνημονεύονται και τα ονόματα υπέρ των οποίων τελείται η ακολουθία... 

Διακρίνονται σε Μικρό και Μεγάλο Παρακλητικό Κανόνα... ο Μικρός Παρακλητικός Κανόνας οφείλεται στον Θεοφάνη τον υμνογράφο, ο οποίος φέρεται υπό το καλογερικό του όνομα Θεοστήρικτος· περί αυτού όμως δεν γνωρίζουμε ούτε σε ποία εποχή έζησε, ούτε μπορεί να ταυτιστεί με κάποιον από τους γνωστούς υμνογράφους με το ίδιο όνομα. 

Ο Κανόνας αυτός πρέπει να είναι και ο παλαιότερος, τουλάχιστον στα περισσότερα τμήματα του, κατά τη γνώμη του καθηγητού Ν. Τωμαδάκη. Ο έτερος Παρακλητικός Κανόνας, ο Μεγάλος, αποτελεί έργο του Θεόδωρου του Β', βασιλέως της Νικαίας, χρονολογούμενος στα μέσα του ΙΓ ' αιώνα... 

Περιεχόμενο των Παρακλητικών Κανόνων της Παναγίας είναι η προβολή του φωτόμορφου προσώπου της Θεοτόκου· να ψάλλουν το θεομητορικό της μυστήριο, που στάθηκε άξια να γεννήσει τον Υιό του Θεού!...Στην ορθόδοξη πίστη, όπου βρίσκεται ο Χριστός εκεί απαράβατα βρίσκεται και η υπέραγνη Μητέρα του...στους Παρακλητικούς Κανόνες εξαίρεται η κεντρική και κυρίαρχη θέση της Θεοτόκου στη ζωή και την ευσέβεια της Εκκλησίας. 

Το χριστεπώνυμο πλήρωμα τη θεωρεί και δική του στοργική Μάνα, η οποία με τη χάρη της το προφυλάσσει από τις δόλιες επιθέσεις του εχθρού και των σκοτεινών του δυνάμεων, το θεραπεύει από αρρώστιες και ασθένειες, του μαλακώνει τον πόνο, τις κακότητες του βίου, του φτερώνει την ελπίδα για τα πνευματικά και τα επουράνια, και το σώζει από την αμαρτία και τον θάνατο με τις δεήσεις και τις προς Θεόν πρεσβείες της. Η Ορθοδοξία μεγάλως τιμά το πρόσωπο της απειρόγαμης Κόρης και συγκινείται υπερβολικά από τα θεομητορικά μεγαλεία της.»


Ο ΜΕΓΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ

Ὁ Ἱερέας: Εὐλογητός ὁ Θεός ἠμῶν, πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθησε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν ἐν ἡ πορεύσομαι ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκα τοῦ ὀνόματός σου, Κύριε ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου ὅτι ἐγώ δοῦλός σου εἰμι.

Καί ἀμέσως λέει ὁ Χορός:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἤμυναμην αὐτούς,
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Μετά λένε τά ἑξῆς Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, * ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν * ἐν μετανοία, κράζοντες ἐκ βάθους ψυχῆς, * Δέσποινα, βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα, * σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, * μή ἀποστρέψης σούς δούλους κενούς, * σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί πάλι τό ἴδιο ἤ τό Ἀπολυτίκιο τοῦ ἁγίου του Ναοῦ.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, * τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, * εἰμή γάρ σύ προϊστασο πρεσβεύουσα, * τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; * Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; * Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, * σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης
Ψαλμός Ν΄ (50)
Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μέ ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα τό Ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσα μου τήν δικαιοσύνην σου. Κύριε τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιων, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους. χριστιανος.gr

Μετά ὁ Χορός ψάλλει τόν Κανόνα
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός
Ἀρματηλάτην Φαραώ ἐβύθισε, τερατουργοῦσα ποτέ, * μωσαϊκή ράβδος, * σταυροτύπως πλήξασα καί διελοῦσα θάλασσαν. * Ἰσραήλ δέ φυγάδα, πεζόν ὀδίτην διέσωσεν, * ἄσμα τῷ Θεῶ ἀναμέλποντα.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τῶν λυπηρῶν ἐπαγωγαί χειμάζουσι τήν ταπεινήν μου ψυχήν, * καί συμφορῶν νέφη, * τήν ἐμήν καλύπτουσι, καρδίαν Θεονύμφευτε, * ἀλλ’ ἡ φῶς τετοκυία, τό θεῖον καί προαιώνιον, * λάμψον μοί τό φῶς τό χαρμόσυνον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἐξ ἀμέτρητων ἀναγκῶν καί θλίψεων, καί ἐξ ἐχθρῶν δυσμενῶν, * καί συμφορῶν βίου, * λυτρωθεῖς Πανάχραντε, τή κραταιά δυνάμει σου, * ἀνυμνῶ μεγαλώνω, τήν ἄμετρόν σου συμπάθειαν, * καί τήν εἰς ἐμέ σου παράκλησιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Νῦν πεποιθῶς ἐπί τήν σήν κατέφυγον, ἀντίληψιν κραταιάν, * καί πρός τήν σήν σκέπην, * ὁλοψύχως ἔδραμον, καί γόνυ κλίνω Δέσποινα, * καί θρηνῶ καί στενάζω, μή μέ παρίδης τόν ἄθλιον, * τῶν Χριστιανῶν καταφύγιον.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσω τοῦ βοάν τρανώτατα, τά μεγαλεία τά σά, * εἰμή γάρ σύ Κόρη, * πάντοτε προϊστασο, ὑπέρ ἐμοῦ πρεσβεύουσα, * τῷ Υἱῶ καί Θεῶ σου, τίς ἐκ τοσούτου μέ κλύδωνος, * καί δεινῶν κινδύνων ἐρρύσατο.

Ὠδή γ΄. Ὁ Εἱρμός
Οὐρανίας ἁψίδος, ὀροφουργέ Κύριε, * καί τῆς Ἐκκλησίας δομῆτορ, σύ μέ στερέωσον,* ἐν τή ἀγάπη τή σή, τῶν ἐφετῶν ἡ ἀκρότης, * τῶν πιστῶν τό στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἀπορήσας ἐκ πάντων, ὀδυνηρῶς κράζω σοί, * προφθασον θερμή προστασία, καί σήν βοήθειαν, * δός μοί τῷ δούλω σου, τῷ ταπεινῶ καί ἀθλίω, * τῷ τήν σήν ἀντίληψιν, ἐπιζητούντι θερμῶς.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἐθαυμάστωσας ὄντως, νῦν ἐπ’ ἐμοί Δέσποινα, * τάς εὐεργεσίας σου Κόρη, καί τά ἐλέη σου, * ὅθεν δοξάζω σέ, καί ἀνυμνῶ καί γεραίρω, * τήν πολλήν καί ἄμετρον, κηδεμονίαν σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καταιγίς μέ χειμάζει, τῶν συμφορῶν Δέσποινα, * καί τῶν λυπηρῶν τρικυμίαι, καταποντίζουσιν, * ἀλλά προφθάσασα, χείρα μοί δός βοηθείας, * ἡ θερμή ἀντίληψις, καί προστασία μου.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἀληθῆ Θεοτόκον, ὁμολογῶ Δέσποινα, * σέ τήν τοῦ θανάτου τό κράτος, ἑξαφανίσασαν * ὡς γάρ φυσίζωος, ἐκ τῶν δεσμῶν τῶν τοῦ ἅδου, * πρός ζωήν ἀνήγαγες, εἰς γῆν μέ ρεύσαντα.

Διασωσον * ἀπό κινδύνων τούς δούλους σου Θεοτόκε, * ὅτι πάντες μετά Θεόν εἰς σέ καταφεύγομεν, * ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον * ἐν εὐμενεία πανύμνητε Θεοτόκε, * ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, * καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερέας: Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Κύριε ἐλέησον (τρεῖς φορές)
Ο Ιερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἠμῶν (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὁ Χορός: Κύριε ἐλέησον (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, [ὀνόματα] πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλει (ἤ νήσω) ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου.
Ὁ Χορός: Κύριε ἐλέησον (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, γιά τούς ὁποίους τελεῖται ἡ Παράκληση).
Ὁ Χορός: Κύριε ἐλέησον (τρεῖς φορές)
Ὁ Ἱερέας: Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Κάθισμα Ἦχος β΄. Τά ἄνω ζητῶν
Πρεσβεία θερμή, καί τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμεν σοί, Θεοτόκε Δέσποινα, προφθασον, * καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς,* ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδή δ΄. Ὁ Εἱρμός.
Σύ μου ἰσχύς Κύριε, * σύ μου καί δύναμις, * σύ Θεός μου, * σύ μου ἀγαλλίαμα, * ὁ πατρικούς, κόλπους μή λιπῶν, * καί τήν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος, * διό σύν τῷ προφήτη, Ἀββακούμ σοί κραυγάζω,* Τή δυνάμει σου δόξα φιλάνθρωπε. χριστιανος.gr

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Καί ποῦ λοιπόν, * ἄλλην εὐρήσω ἀντίληψιν; * ποῦ προσφύγω; * ποῦ δέ καί σωθήσομαι; * τίνα θερμήν ἔξω βοηθόν, * θλίψεσι τοῦ βίου καί ζάλαις οἶμοι! κλονούμενος; * Εἰς σέ μόνην ἐλπίζω, καί θαρρῶ καί καυχῶμαι, * καί προστρέχω τή σκέπη σου, σῶσον μέ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τόν ποταμόν, * τόν γλυκερόν του ἐλέους σου, * τόν πλουσίαις * δωρεαῖς δροσίσαντα, * τήν παναθλίαν καί ταπεινήν, * παναγνέ ψυχήν μου, τῶν συμφορῶν καί τῶν θλίψεων, * καμίνω φλογισθεῖσαν, μεγαλύνω κηρύττω, * καί προστρέχω τή σκέπη σου, σῶσον μέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σέ τήν ἁγνήν, * σέ τήν Παρθένον καί ἄσπιλον, * μόνην φέρω, * τεῖχος ἀπροσμάχητον, * καταφυγήν σκέπην κραταιάν, * ὅπλον σωτηρίας, μή μέ παρίδης τόν ἄσωτον, * ἐλπίς ἀπηλπισμένων, ἀσθενῶν συμμαχία, * θλιβομένων χαρά καί ἀντίληψις.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πῶς ἐξειπεῖν, * σού κατ’ ἀξίαν δυνήσομαι, * τούς ἀμέτρους, * οἰκτιρμούς ὤ Δέσποινα, * τούς τήν ἐμήν πάντοτε ψυχήν,* δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; * Ἀλλ’ ὤ τῆς σῆς προνοίας, καί τῆς εὐεργεσίας, * ἤς ἀφθόνως αὐτός παραπήλαυσα!

Ὠδή ἐ΄. Ὁ Εἱρμός
Ἴνα τί μέ ἀπώσω, * ἀπό τοῦ προσώπου σου τό φῶς τό ἄδυτον, * καί ἐκάλυψε μέ, * τό ἀλλότριον σκότος τόν δείλαιον; * Ἀλλ’ ἐπιστρεψόν μέ, * καί πρός τό φῶς τῶν ἐντολῶν σου, * τάς ὁδούς μου κατεύθυνον δέομαι.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εὐχαρίστως βοῶ σοί, * χαῖρε Μητροπάρθενε, χαῖρε Θεονυμφε• * χαῖρε θεία σκέπη, * χαῖρε ὅπλον καί τεῖχος ἀπόρθητον, * χαῖρε προστασία, * καί βοηθέ καί σωτηρία, * τῶν εἰς σέ προστρεχόντων ἐκ πίστεως.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Οἱ μισοῦντες μέ μάτην, * βέλεμνα καί ξίφη καί λάκκον ηὐτρέπισαν, * καί ἐπιζητούσι, * τό πανάθλιον σῶμα σπαράξαι μου, * καί καταβιβᾶσαι, * πρός γῆν Ἁγνή ἐπιζητούσιν, * ἀλλ’ ἐκ τούτων προφθάσασα σῶσον μέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀπό πάσης ἀνάγκης, * θλίψεως καί νόσου καί βλάβης μέ λύτρωσαι, * καί τή σή δυνάμει, * ἐν τή σκέπη σου φύλαξον ἄτρωτον, * ἐκ παντός κινδύνου, * καί ἐξ ἐχθρῶν τῶν πολεμούντων, * καί μισούντων μέ Κόρη πανύμνητε.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τί σοί δῶρον προσάξω, * τῆς εὐχαριστίας ἀνθ’ ὧνπερ ἀπήλαυσα, * τῶν σῶν δωρημάτων, * καί τῆς σῆς ἀμέτρητου χρηστότητος; * Τοιγαροῦν δοξάζω, * ὑμνολογῶ καί μεγαλύνω, * σού τήν ἄμετρον πρός μέ συμπάθειαν.

Ὠδή στ΄. Ὁ Εἱρμός
Τήν δέησιν, * ἐκχεῶ πρός Κύριον, * καί αὐτῶ ἀπαγγελῶ μου τάς θλίψεις, * ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, * καί ἡ ζωή μου τῷ ἅδη προσήγγισε• * καί δέομαι ὡς Ἰωνάς• * Ἐκ φθορᾶς ὁ Θεός μέ ἀνάγαγε. χριστιανος.gr

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τά νέφη, * τῶν λυπηρῶν ἐκάλυψαν, * τήν ἀθλίαν μου ψυχήν καί καρδίαν, * καί σκοτασμόν ἐμποιούσι μοί Κόρη• * ἀλλ’ ἡ γεννήσασα φῶς τό ἀπρόσιτον, * ἀπέλασον ταῦτα μακράν, * τή ἐμπνεύσει τῆς θείας πρεσβείας σου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Παράκλησιν, * ἐν ταῖς θλίψεσιν οἶδα, * καί τῶν νόσων ἰατρόν σέ γινώσκω, * καί παντελῆ συντριμμόν τοῦ θανάτου, * καί ποταμόν τῆς ζωῆς ἀνεξάντλητον, * καί πάντων τῶν ἐν συμφοραῖς, * ταχινήν καί ὀξείαν ἀντίληψιν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Οὐ κρύπτω σου, * τόν βυθόν τοῦ ἐλέους, * καί τήν βρύσιν τῶν ἀπείρων θαυμάτων, * καί τήν πηγήν τήν ἀέναον ὄντως, * τῆς πρός ἐμέ συμπαθείας σου Δέσποινα, * ἀλλ’ ἀπασιν ὁμολογῶ, * καί βοῶ καί κηρύττω καί φθέγγομαι.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἐκύκλωσαν, * αἵ τοῦ βίου μέ ζάλαι, * ὥσπερ μέλισσαι κηρίον Παρθένε, * καί τήν ἐμήν κατασχοῦσαι καρδίαν, * κατατιτρώσκουσι βέλει τῶν θλίψεων• * ἀλλ’ εὔροιμι σέ βοηθόν, * καί διώκτην καί ρύστην Πανάχραντε.

Διασωσον, * ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, * ὅτι πάντες μετά Θεόν, εἰς σέ καταφεύγομεν, * ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε, * ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, * ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, * ὡς ἔχουσα μητρικήν παρρησίαν.

Zoom in (real dimensions: 600 x 377)Εικόνα

Δέηση τοῦ Ἱερέα καί Ἐκφώνηση Ὁ Χορός:
Κοντάκιον Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς, ἀλλά προφθασον, ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἠμῶν, τῶν πιστῶς κραυγαζόντων σοί. Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σέ.

Τό Ἅ΄ Ἀντίφωνο τῶν Ἀναβαθμῶν.
Ἦχος δ΄.
Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ’ αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται τή Τριαδική μονάδι, ἱεροκρυφίως.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά. (δύο φορές)
Στίχος: Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.

Ὁ Ἱερέας: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἠμῶν ἰκετεύσωμεν.
Ὁ Χορός: Κύριε, ἐλέησον (τρεῖς φορές).
Ὁ Ἱερέας: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πάσι.
Ὁ Χορός: Καί τῷ Πνεύματί σου.
Ὁ Ἱερέας: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τό ἀνάγνωσμα. Προσχωμεν.
Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ὁ Ἱερέας: (Λούκ. ἰ΄ 38-42, ἴα΄ 27-28).
Τῷ καιρῶ ἐκείνω, εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά, γυνή δέ τίς, ὀνόματι Μάρθα, ὑπεδέξατο αὐτόν εἰς τόν οἶκον αὐτῆς. Καί τῆδε ἤν ἀδελφή, καλουμένη Μαρία, ἡ καί παρακαθήσασα παρά τούς πόδας τοῦ Ἰησοῦ, ἤκουε τῶν λόγων αὐτοῦ. Ἡ δέ Μάρθα περιεσπάτο περί πολλήν διακονίαν, ἐπιστάσα δέ εἶπε, Κύριε, οὐ μέλει σοί, ὅτι ἡ ἀδελφή μου μόνην μέ κατέλιπε διακονεῖν; εἰπέ οὔν αὐτή ἴνα μοί συναντιλάβηται. Ἀποκριθεῖς δέ ὁ Ἰησοῦς εἶπεν αὐτή, Μάρθα, Μάρθα, μεριμνᾶς καί τυρβάζη περί πολλά, ἑνός δέ ἐστί χρεία, Μαρία δέ τήν ἀγαθήν μερίδα ἐξελέξατο, ἤτις οὐκ ἀφαιρεθήσεται ἀπ’ αὐτῆς. Ἐγένετο δέ ἐν τῷ λέγειν αὐτόν ταῦτα, ἐπάρασα τίς γυνή φωνήν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῶ, Μακαρία ἡ κοιλία ἡ βαστάσασα σέ καί μαστοί, οὖς ἐθήλασας. Αὐτός δέ εἶπε, Μενοῦν γέ, μακάριοι οἱ ἀκούοντες τόν λόγον τοῦ Θεοῦ καί φυλάσσοντες αὐτόν.

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μή καταπιστεύσης μέ, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλά δέξαι δέησιν, τοῦ ἰκέτου σου, θλίψις γάρ ἔχει μέ, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὐ κέκτημαι, οὐδέ πού προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν οὐκ ἔχω πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή μοῦ παρίδης τήν δέησιν, τό συμφέρον ποίησον.
Οὐδείς προστρέχων ἐπί σοῖ, κατησχυμένος ἀπό σου ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.
Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη
προστασία τῶν πιστῶν.

Ὁ Ἱερέας: Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου: ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί καταπεμψον ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια: πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἠμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἰκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καί πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου πανευφήμου Ἀποστόλου Βαρνάβα, τῶν ἐν ἁγίοις Πατέρων ἠμῶν, μεγάλων Ἱεραρχῶν, καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν θαυματουργῶν. τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καί Θεοδώρου τοῦ Στρατηλάτου καί Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (ἅγιος της ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς. χριστιανος.gr

Ὁ Χορός: Κύριε, ἐλέησον (Δώδεκα φορές)
Ὁ Ἱερέας: Ἐλέει, καί οἰκτιρμοῖς, καί φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητός εἰ, σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ὠδή ζ΄. Ὁ Εἱρμός
Παῖδες Ἑβραίων ἐν καμίνω, * κατεπάτησαν τήν φλόγα θαρσαλέως, * καί εἰς δρόσον τό πῦρ μετέβαλον βοῶντες,* Εὐλογητός εἰ Κύριε, * ὁ Θεός εἰς τούς αἰώνας.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Φῶς ἡ τεκοῦσα Θεοτόκε, *σκοτισθέντα μέ νυκτί ἁμαρτημάτων, *φωταγώγησον σύ, φωτός οὖσα δοχεῖον, * τό καθαρόν καί ἄμωμον, * ἴνα ποθῶ σέ δοξάζω.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Σκέπη γενού καί προστασία, * καί ἀντίληψις καί καύχημα Παρθένε, * γυμνωθέντι μοί νῦν, ἁπάσης βοηθείας, * ἀβοήθητων δύναμις, * καί ἐλπίς ἀπηλπισμένων.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὅλη ψυχή καί διανοία, *καί καρδία σέ καί χείλεσι δοξάζω, * ἀπολαύσας τῶν σῶν, μεγάλων χαρισμάτων• * ἀλλ’ ὤ τῆς σῆς χρηστότητος, * καί ἀπείρων σου θαυμάτων!

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Βλέψον ἰλέω ὄμματί σου, * καί ἐπισκεψαι τήν κάκωσιν ἤν ἔχω, * καί δεινῶν συμφορῶν, καί βλάβης καί κινδύνων, * καί πειρασμῶν μέ λύτρωσαι, * ἀμετρήτω σου ἐλέει.

Ὠδή ἡ΄. Ὁ Εἱρμός
Τόν ἐν ὄρει ἁγίω δοξασθέντα, *καί ἐν βάτω πυρί τό τῆς Ἀειπαρθένου, * τῷ Μωυσῆ μυστήριον γνωρίσαντα, * Κύριον ὑμνεῖτε, * καί ὑπερυψοῦτε, * εἰς πάντας τούς αἰώνας.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Δία σπλάγχνα ἐλέους σου Παρθένε, * μή παρίδης σεμνή, ποντούμενον μέ σάλω, * βιωτικῶν κυμάτων, ἀλλά δίδου μοί* χείρα βοηθείας, * καταπονουμένω, * κακώσεσι τοῦ βίου.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Περιστάσεις καί θλίψεις καί ἀναγκαι, * εὔροσαν μέ Ἁγνή, καί συμφοραί τοῦ βίου, * καί πειρασμοί μέ πάντοθεν ἐκύκλωσαν• * ἀλλά προστηθί μοί, * καί ἀντιλαβού μου, * τή κραταιά σου σκέπη.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐν ταῖς ζάλαις ἐφεῦρον σέ λιμένα, * ἐν ταῖς λύπαις χαράν καί εὐφροσύνην, * καί ἐν ταῖς νόσοις ταχινήν βοήθειαν, * καί ἐν τοῖς κινδύνοις, * ρύστιν καί προστάτιν, * ἐν τοῖς πειρατηρίοις.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, * χαῖρε θεία καί μανναδόχε στάμνε, * χαῖρε χρυσή λυχνία, λαμπάς ἄσβεστος, * χαῖρε τῶν παρθένων, * δόξα καί μητέρων, * ὡράισμα καί κλέος.

Ὠδή θ΄. Ὁ Εἱρμός
Ἐξέστη ἐπί τούτω ὁ οὐρανός,* καί τῆς γής κατεπλάγη τά πέρατα,* ὅτι Θεός, ὤφθη τοῖς ἀνθρωποις σωματικῶς,* καί ἡ γαστήρ σου γέγονεν,* εὐρυχωροτέρα τῶν οὐρανῶν•* διό σέ Θεοτόκε,* Ἀγγέλων καί ἀνθρώπων,*ταξιαρχίαι μεγαλύνουσι.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πρός τίνα καταφύγω ἄλλην Ἁγνή;* ποῦ προσδράμω λοιπόν καί σωθήσομαι;* ποῦ πορευθῶ; ποίαν δέ ἐφεύρω καταφυγήν;* ποίαν θερμήν ἀντίληψιν;* ποίαν ἐν ταῖς θλίψεσι βοηθόν; * Εἰς σέ μόνην ἐλπίζω,* εἰς σέ μόνην καυχῶμαι,* καί ἐπί σέ θαρρῶν κατέφυγον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, * μεγαλεία τά σά Θεονύμφευτε, * καί τόν βυθόν, τόν ἀνεξερεύνητον ἐξειπεῖν, * τῶν ὑπέρ νοῦν θαυμάτων σου, * τῶν τετελεσμένων διηνεκῶς, * τοῖς πόθω σέ τιμῶσι, * καί πίστει προσκυνούσιν, * ὡς ἀληθῆ Θεοῦ λοχεύτριαν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, * καί γεραίρω τό ἄμετρον ἔλεος, * καί τήν πολλήν, δύναμίν σου ὁμολογῶ• * καί τάς εὐεργεσίας σου, * ἄς ὑπερεκένωσας εἰς ἐμέ, * κηρύττω, μεγαλύνω, * ψυχή τέ καί καρδία, * καί λογισμῶ καί γλώσση πάντοτε.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τήν δέησίν μου δέξαι τήν πενιχράν, * καί κλαυθμόν μή παρίδης καί δάκρυα, * καί στεναγμόν, ἀλλ’ ἀντιλαβού μου ὡς ἀγαθή, * καί τάς αἰτήσεις πλήρωσον• * δύνασαι γάρ πάντα ὡς πανσθενοῦς,* Δεσπότου Θεοῦ Μήτηρ, * εἰ νεύσεις ἔτι μόνον, * πρός τήν ἐμήν οἰκτρᾶν ταπείνωσιν.

Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καί ὁ Ἱερέας θυμιατίζει τό Θυσιαστήριο καί τό Λαό. Μεγαλυνάρια
Ἦχος πλ. β΄. Τήν τιμιωτέραν.
Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην, ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μοί βοήθησον.
Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἔκ σού τεχθέντα. Ὤ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοί τήν ὠδήν, νῦν τή πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἠμᾶς.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων, τήν εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθείσαν, ὑπό τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Λέγεται τό Μεγαλυνάριο τοῦ ἁγίου του Ναοῦ. Καί:
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον
Ὁ Ἀναγνώστης: Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ, καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερέας: Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Ὁ Ἀναγνώστης λέει τό Ἀπολυτίκιον τῆς ἡμέρας, ἐφόσον ὑπάρχει, καί ἐάν δέν ὑπάρχει λέει τά ἑπόμενα κατανυκτικά Τροπάρια:
Ἦχος πλ. β΄.
Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς• * πάσης γάρ ἀπολογίας ἀποροῦντες, * ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη * οἱ ἁμαρτωλοί προσφέρομεν• * ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε, ἐλέησον ἠμᾶς, * ἐπί σοῖ γάρ πεποίθαμεν• μή ὀργισθῆς ἠμίν σφόδρα, * μηδέ μνησθῆς, τῶν ἀνομιῶν ἠμῶν• * ἀλλ’ ἐπιβλεψον καί νῦν, ὡς εὔσπλαχνος, * καί λύτρωσαι ἠμᾶς ἐκ ἐχθρῶν ἠμῶν• * σύ γάρ εἰ Θεός ἠμῶν * καί ἠμεῖς λαός σου• * πάντες ἔργα χειρῶν σου * καί τό ὄνομά σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἀνοιξον ἠμίν, * εὐλογημένη Θεοτόκε• * ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν• * ρυσθείημεν διά σου τῶν περιστάσεων• * σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Δέηση
Ὁ Ἱερέας: Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἠμῶν, (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, [ὀνόματα] καί πάντων τῶν
εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή κώμη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, γιά τούς ὁποίους τελεῖται ἡ Παράκληση).
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν κώμην ταύτην, τήν νήσου ταύτην, καί πάσαν πόλιν καί χωρᾶν, ἀπό λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου, ὑπέρ τοῦ ἴλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ ἀποστρέψαι καί διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον τήν καθ’ ἠμῶν κινουμένην, καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἠμῶν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἐπάκουσον ἠμῶν, ὁ Θεός ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν καί ἴλεως, ἴλεως γενού ἠμίν Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἠμῶν, καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Ὁ Ἱερέας: Δόξα Σοί ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, Κύριε, δόξα Σοί.
Χριστός ὁ ἀληθινός Θεός ἠμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων, τοῦ ἁγίου (του Ναοῦ) τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ ἁγίου της ἡμέρας) οὗ καί τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων, ἐλέησαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Ὁ Χορός: Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ὁ οὐρανόν τοῖς ἄστροις. (Ὀκτασύλλαβοι)
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω, κηδεύσατέ μου τό σῶμα, καί σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό πνεῦμα.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.
Καί σέ μεσίτριαν ἔχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μοῦ ἐλέγξη τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τόν Δεσπότην.

Ὁ Ἱερέας: Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον καί σῶσον ἠμᾶς.
Ὁ Χορός: Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...