Δευτέρα 23 Σεπτεμβρίου 2019

Χαιρετισμοί εις τον εν Οσίοις Θεοφόρον Πατέρα ημών Γεώργιον Τουπικλήν Καρσλίδη τον Ομολογητήν

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκάταβλητον, ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελῳδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαίροις μάκαρ Γεώργιε.

Ἄγγελος σάρκα φέρων, καὶ τὸν νοῦν περιφέρων, εἰς δώματα Γεώργιε πόλου (γ΄), ἀνεδείχθης καὶ πάντων ῥευστῶν, ὑπερόπτης μάκαρ ἀσκητῶν ἔκτυπον· διό σε μακαρίζοντες, κραυγάζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, ἡ βάσις τῆς σωφροσύνης·
Χαῖρε, ἡ λάμψις ἀγαθωσύνης.
Χαῖρε, εὐσεβῶν Δραμινῶν ἀγαλλίαμα·
Χαῖρε, ἀσκητῶν θεοφόρων ὑπόδειγμα.
Χαῖρε, Πόντου εὐθαλέστατος καὶ περίδοξος βλαστός·
Χαῖρε, κόσμου ὁ ἀνύστακτος καὶ φανότατος πυρσός.
Χαῖρε, θεῖος δομήτωρ Ἀναλήψεως Μάνδρας·
Χαῖρε, πάνυ ἀκέστωρ, καὶ προστάτης τῆς Δράμας.
Χαῖρε, λαμπτὴρ ζωῆς ἐλεήμονος·
Χαῖρε, ἀστὴρ ἡμῶν ἀγαπήσεως.
Χαῖρε, τὴν πίστιν ὁ ὁμολογήσας·
Χαῖρε, τὴν χάριν Θεοῦ ὁ ἑλκύσας.

Χαῖροις, μάκαρ Γεώργιε.

Βίον θεῖον ἀνύσας, ἐν ἐσχάτοις τοῖς χρόνοις, βλαστὲ Ἀργυρουπόλεως Πόντου, εὐθαλέστατε καὶ Δραμινῶν, ἀντιλῆπτωρ φύλαξ καὶ φρουρὲ ἄγρυπνε, Γεώργιε ἀνέδραμες, εἰς πόλον ἀσιγήτως ψάλλειν·

Ἀλληλούϊα.

Γέρον Μονῆς εὐσήμου, Ἀναλήψεως Δράμας, Γεώργιε χερσί σου ἰδίαις, ἣν ἐδόμησας ἐγκρατευτά, ἐν αὐτῇ τῶν πίστει ἀκλινεῖ λείψανα, νῦν προσκυνούντων θεῖά σου, ἐπάκουσον τῶν σοὶ βοώντων·

Χαῖρε, ὀσμὴ νεαυγῶν Ὁσίων·
Χαῖρε, ῳδὴ δωρεῶν ἐνθέων.
Χαῖρε, νεοπύρσευτον Πόντου ἀμάρυγμα·
Χαῖρε, νεοσύστατον χάριτος ἵδρυμα.
Χαῖρε, μέλαθρον νεόδμητον, ἰσαγγέλου βιοτῆς·
Χαῖρε, εὔοσμον κιννάμωμον, ἀκραιφνοῦς διαγωγῆς.
Χαῖρε, ὅτι σὴν Μάνδραν καθηγίασας πόνοις·
Χαῖρε, ὅτι τὴν Δράμαν δαψιλῶς ἁγιάζεις.
Χαῖρε, εὐχῆς καὶ νήψεως πρόβολος·
Χαῖρε, πυξὶς ἀγάπης τοῦ Κτίσαντος.
Χαῖρε, κινύρα ἀγώνων ὁσίων·
Χαῖρε, κιθάρα θαυμάτων παντοίων.

Χαῖροις, μάκαρ Γεώργιε.

Δράμα τῇ σῇ ἀσκήσει, καὶ σεμνῇ πολιτείςι, Γεώργιε σεμνύνεται μάκαρ, ἣν θεόθεν φρουρεῖς ἀκλινῶς, καὶ καθαγιάζεις τῇ σορῷ Ὅσιε, λειψάνων πανιέρων σου, καὶ πείθεις ἀσιγήτως ψάλλειν·

Ἀλληλούϊα.

Ἔνδον ἐν σῇ καρδία, ἐνεστέλλαξε πόθον, Γεώργιε προμήτωρ σου θεῖον, ἡ ποτίσασά σε ζωτικοῖς, Ὀρθοδόξου πίστεως σεπτὲ νάμασι, καὶ ψάλλειν ἐνουθέτησε, Κυρίῳ τῷ πανευϊλάτῳ·

Χαῖρε, τῆς πίστεως νέον εὖχος·
Χαῖρε, τῆς χάριτος θεῖος οἶκος.
Χαῖρε, ὑφηγῆτορ σοφίας τῆς κρείττονος·
Χαῖρε, ἀντιλῆπτορ πιστῶν ἑτοιμότατος.
Χαῖρε, εὔληπτον διήγημα, θεοφόρων ἀσκητῶν·
Χαῖρε, πάνσοφον ἀνάγνωσμα, εὐσεβὼν ἀγωνιστῶν.
Χαῖρε, ὁ ἐκ τοῦ Πόντου καταντήσας εἰς Δράμαν·
Χαῖρε, ὁ τοῦ Ὑψίστου παίζων εὔηχον λύραν.
Χαῖρε, δωμάτων θείων ὁ ἔνοικος·
Χαῖρε, θαυμάτων ξένων ὁ πρόξενος.
Χαῖρε, εἰκὼν ἀγωγῆς ἰσαγγέλου·
Χαῖρε, κανὼν ἀγαπήσεως Κτίστου.

Χαῖροις, μάκαρ Γεώργιε.

Ζέουσαν ἔχων πίστιν, καὶ εἰκόνα πανάγνου, Γεώργιε ὡς ὄλβον κατέχων, ἣν ἐδώρησε μάμμη ἡ σή, πρὸ αὐτῆς ὁσίας τελευτῆς ἔδραμες, εἰς Θεοδοσιούπολιν, ἀπαύστως ἐκ μυχίων ψάλλων·

Ἀλληλούϊα.

Ἤνχθης εἰς τὴν Τιφλίδα, Γεωργίας τρισμάκαρ, Γεώργιε Θεοῦ ἐπινεύσει, καὶ εἰσῆλθες εἰς Μάνδραν σεπτήν, ἔνθα ἠγωνίσω τὸ καλὸν στάδιον, ὡς ἄνθρωπος ἰσάγγελος· διό σοι ἐκβοῶμεν ταῦτα·

Χαῖρε, ὡραίων ἀγώνων βάθρον·
Χαῖρε, τιμίων καμάτων ῥεῖθρον.
Χαῖρε, τοῦ ὑφάντου ὁ ἔχων ἐργόχειρον·
Χαῖρε, τοῦ Ὑψίστου εὐῶδες ὀσφράδιον.
Χαῖρε, σάρκα ὅτι ἔτηξας, πόνοις σου ἀσκητικοῖς·
Χαῖρε, πᾶσιν ὅτι ἔδειξας, σθένος θείας σου ψυχῆς.
Χαῖρε, ὁ τῶν δαιμόνων καταπτύσας μανίαν·
Χαῖρε, ὁ τῶν Ἀγγέλων κατευφράνας χορείαν.
Χαῖρε, στεῤῥὸν τῆς πίστεως ἔρεισμα·
Χαῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χαῖρε, σεπτὸν ἀκρεμὼν εὐσεβείας·
Χαῖρε, σκηπτὸς τοῦ ἐχθίστου μανίας.

Χαῖροις μάκαρ Γεώργιε.

Θεῖε Γεώργιε θέλων, ὁ χορὸς τῶν Ἀγγέλων, κουρᾷ συνεορτάζειν σεπτῇ σου, ξένως ἔκρουσε σοῦ τῆς Μονῆς, ἐν ἐκείνῃ ὥρᾳ θαυμαστὲ κώδωνας, καὶ ἤνοιξε τὰ στόματα, σεμνῶν συμμοναστῶν σου ψάλλειν·

Ἀλληλούϊα.

Ἴθυνον σοῦ τοὺς πόδας, οἱ ἑσμοὶ τῶν ἀπίστων, εἱρκτὴν εἰς ζοφερὰν καὶ ἀθλίαν, ἵνα λάβῃς ὁμολογητοῦ, ἀφθαρσίας στέφος Πάτερ Γεώργιε, ὁ πάντων τῶν τιμώντων σε, ἀκούων εὐλαβῶς βοώντων·

Χαῖρε, τὸ ῥεῖθρον τῆς εὐσεβείας·
Χαῖρε, τὸ λίκνον Θεοῦ σοφίας.
Χαῖρε, φυλακὴν ὑπομείνας ὡς ἄσαρκος·
Χαῖρε, θαυμαστὴν δείξας ῥώμην ὡς ἔνθεος.
Χαῖρε, βόθρων ὀσφραινόμενος, δυσωδίαν ταπεινῶς·
Χαῖρε, πόνων ἀνεχόμενος, σοῦυ σαρκίου ἀληθῶς.
Χαῖρε, ὁ ὑπομείνας ἀγογγύστως στενώσεις·
Χαῖρε, ὁ καταστείλας τοῦ σαρκίου ὀρέξεις.
Χαῖρε, χορῶν Ἀγγέλων συνόμιλος·
Χαῖρε, πιστῶν ἀνύστακτος ἔφορος.
Χαῖρε, κρατὴρ εὐσεβῶν ὑγείας·
Χαῖρε, ἀστὴρ ψυχικῆς εὐμενείας.

Χαῖροις μάκαρ Γεώργιε.

Κάκωσιν ὑπομείνας, τῆς σαρκὸς ὑπ᾽ ἀπίστων, βολίσι τρὶς ἐπλήγης ἀδίκως, ἀλλὰ θείᾳι βουλῇ ἀσινής, παραμείνας αἶνον τῷ Θεῷ ἔψαλλες, Γεώργιε τῷ σώσαντι, σὲ κράζοντα ἐν εὐλαβείᾳ·

Ἀλληλούϊα.

Λάμψας ἱερωσύνης, ἀστραπαῖς ἠξιώθης, Γεώργιε τὰ μέλλοντα βλέπειν, ὡς παρόντα καὶ πάντα μακράν, ὡς ἐγγὺς καρδίαν καθαρὰν ἅγιε, ὁ ἔχων, ὅθεν ὕμνοις σε, γεραίροντες πιστῶς βοῶμεν·

Χαῖρε, χαρίτων Θεοῦ δοχεῖον·
Χαῖρε, θαυμάτων πολλῶν ταμεῖον.
Χαῖρε, ἀρετῆς καὶ συνέσεως λείριον·
Χαῖρε, προσμονῆς οὐρανῶν δόξης ἔκτυπον.
Χαῖρε, ὅτι ἐμεγάλυνε, σὲ ὁ Κτίστης δαψιλῶς·
Χαῖρε, ὅτι σὲ ἐδόξασεν, ὁ Θεάνθρωπος λαμπρῶς.
Χαῖρε, τὰς ἀσθενείας τῶν πιστῶν θεραπεύων·
Χαῖρε, τῆς προφητείας ὁ τὴν χάριν δεικνύων.
Χαῖρε, Θεοῦ ἀγάπης ὁ ἔμπλεως·
Χαῖρε, ἐχθροῦ ἀπάτης πολέμιος.
Χαῖρε, ἀκτὶς τοῦ Ὑψίστου σοφίας·
Χαῖρε, βολὶς παμφαὴς εὐσεβείας.

Χαῖροις, μάκαρ Γεώργιε.

Μέλπων σου καθ’ ἑκάστην, διαυγῆ πολιτείαν, Γεώργιε ἐν κώμῃ τῆς Σίψας, ἀνυμνῶ σε ὡς θείας Μονῆς, ἐν αὐτῇ Κυρίου μάκαρ δομήτορα, ἐνδόξου Ἀναλήψεως, καὶ ὕμνοις μελιχροῖς κραυγάζω·

Ἀλληλούϊα.

Νάματος ἐξ ἱδρώτων, τῶν σεπτῶν σου ποιήσας, πηλὸν Μονὴν ἐδόμησας θείαν, Ἀναλήψεως καὶ ἐν αὐτῇ, ἐγκρατείας πόνοις θαυμαστῶς ἤσκησας, Γεώργιε καὶ ἤνοιξας, τὰ χείλη εὐσεβῶν βοᾶν σοι·

Χαῖρε, ἀσκήσεως ὑποθήκη·
Χαῖρε, συνέσεως μυροθήκη.
Χαῖρε, Δραμινῶν εὐσεβῶν καταφύγιον·
Χαῖρε, εὐσεβῶν ἐν κινδύνοις προσφύγιον.
Χαῖρε, κρήνη ἁγιάσματος, ὁμηγύρεως πιστῶν·
Χαῖρε, στήλη ἀγαθότητος, καὶ πραότητος κανών.
Χαῖρε, πάμφωτος λύχνος, νυχθημέρων ἀγώνων·
Χαῖρε, τίμιον εὖχος, ἀειῤῥύτων δακρύων.
Χαῖρε, εὐχῆς βαλβὶς καὶ συνέσεως·
Χαῖρε, σιγῆς βάθρον ἄσειστον νήψεως.
Χαῖρε τὸ σέλας πιστῶν προστασίας·
Χαῖρε, τὸ κέρας ἐνθέου προνοίας.

Χαῖροις μάκαρ Γεώργιε.

Ξένων θαυμάτων πέλει, πολυχεύμων χειμάῤῥους, ἡ θήκη τῶν σεπτῶν σου λειψάνων, ἣν Γεώργιε θαυματουργέ, προσκυνοῦντες αἶνον εὐλαβῶς πέμπομεν, Χριστῷ σὲ θαυμαστώσαντι, Ὧ κράζομεν ἐν κατανύξει·

Ἀλληλούϊα.

Ὄλβιον πολιτεία, διελθὼν ἐν τῇ Δράμᾳ, Ὁσίων σὺν χοροῖς ἀριθμήθης, καὶ Ἀγγέλοις συγχαίροις λαμπροῖς, ἐν τῷ Ἄνω Πόλει νεαυγὲς πύρσευμα, τῆ πίστεως Γεώργιε, πρὸς ὃν ἐν χαρμονῇ βοῶμεν·

Χαῖρε, ἡ ἅρπα Θεοῦ σοφίας·
Χαῖρε, ἡ λύρα τῆς ἀπαθείας.
Χαῖρε, Δραμινῶν ὁ πυρφόρος διδάσκαλος·
Χαῖρε, ἰατρῶν Ἀναργύρων ἀκόλουθος.
Χαῖρε, καύχημα περίβλεπτον ἱερέων εὐλαβῶν·
Χαῖρε, σέμνωμα πολύτιμον θεοφόρων ἀσκητῶν.
Χαῖρε, ὄμμα τὸ βλέπον, σῶν προσφύγων ἀνάγκας·
Χαῖρε, στόμα ἐκφέρον, διδαχὰς σωτηρίας.
Χαῖρε, πυξὶς τὸν πόλον δεικνύουσα·
Χαῖρε, παγὶς ἐχθρὸν ἡ συντρίβουσα.
Χαῖρε, ἡμῶν πρὸς Θεὸν ὁδοδείκτης·
Χαῖρε, ἐχθρῶν νοητῶν ὁ ὀλέτης.

Χαῖροις, μάκαρ Γεώργιε.

Πάτερ ἐν τοῖς ἐσχάτοις, χρόνοις Πνεύματος ὥφθης, Ἁγίου δωρεῶν μυροθήκη, καῖ θαυμάτων ἀπείρων κρουνός, Δραμινῶν ἀκέστορ καὶ φρουρὲ ἄγρυπνε, Γεώργιε προσφύγων σου, ἐν πίστει ἀκλινεῖ βοώντων·

Ἀλληλούϊα.

Ῥεῖθρα τῶν σῶν λειψάνων, ἀναβλύζει ἡ θήκη, Γεώργιε ἡ πάνσεπτος ὄντως, ἰαμάτων χορείαις πιστῶν, κατασπαζομένων εὐλαβῶς Ὅσιε, αὐτὴν ἐν τῷ σεμνείῳ σου, ὃ ἔκτισας καὶ ἐκβοώντων·

Χαῖρε, ἡ βρύσις τῶν θαυμασίων·
Χαῖρε, ἡ ῥῶσις τῶν ἀσθενούντων.
Χαῖρε, ὁ λαβὼν ἰαμάτων τὸ δώρημα·
Χαῖρε, ὁ πιὼν ἀφθαρσίας τὸ ῥόφημα.
Χαῖρε, σκεῦος πολυτίμητον, τῶν χαρίτων τοῦ Θεοῦ·
Χαῖρε, στῖφος ἀναρίθμητον, ὁ συντρίψας τοὺς ἐχθρούς.
Χαῖρε, τὰς ἀλγηδόνας τῶν πιστῶν ὁ κουφίζων·
Χαῖρε, τὰς ἀσθενείας εὐσεβῶν ὁ ῥωννύων.
Χαῖρε, ἡμῶν ἑτοίμη βοήθεια·
Χαῖρε, σεπτῶν Ὁσίων ἀκρώρεια.
Χαῖρε, ταχὺς ἰατρὸς τῶν νοσούντων·
Χαῖρε, δριμὺς ὀλετὴρ δαιμονίων.

Χαῖροις μάκαρ Γεώργιε.

Σίψα τῇ σῇ προνοίᾳι, ταχινῇ ἀντιλήψει, Γεώργιε καὶ σκέπῃ προσφεύγει, καὶ σεμνύνεται Δράμα τῇ σῇ, βοηθείᾳ Πάτερ καὶ φρουρᾷ Ὅσιε, τιμῶσά σε καὶ ψάλλουσα, πιστῶς τῷ ἐνισχύσαντί σε·

Ἀλληλούϊα.

Τρίβον τὴν τεθλιμμένην, καὶ στενὴν διανύσας, Γεώργιε Ὁσίων Πατέρων, ἀνεδείχθης εἰκὼν διαυγής, καὶ ἐνασκούμενων εὐλαβῶς πρότυπον· διό σε μακαρίζοντες, βοῶμέν σοι ἐν κατανύξει·

Χαῖρε, ὁ τύπος τῶν μονοτρόπων·
Χαῖρε, ὁ λύχνος τῶν θαυμασίων.
Χαῖρε, νοερᾶς προσευχῆς ἐνδιαίτημα·
Χαῖρε, ἱερᾶς κατανύξεως ἔμβλημα.
Χαῖρε, σάλπιγξ ἡ μεγαλόφωνος, θεαυγοῦς διαγωγῆς·
Χαῖρε, σύριγξ ἡ ἡδύφωνος, παναμώμου βιοτῆς.
Χαῖρε, θεῖε δομῆτορ, Ἀναλήψεως Μάνδρας·
Χαῖρε, ὁ ἀντιλήπτωρ, Χριστωνύμων χορείας.
Χαῖρε, λαμπὰς φωτίζουσα πέρατα·
Χαῖρε, ψεκὰς δροσίζουσα σύμπαντα.
Χαῖρε, πηγὴ δωρεὼν οὐρανίων·
Χαῖρε, στακτὴ μυροβόλος θαυμάτων.

Χαῖροις, μάκαρ Γεώργιε.

Ὕμνοις σε μελῳδοῦμεν, μελιῤῥύτοις τρισμάκαρ, Γεώργιε καὶ ᾷσμασι θείοις, ὡς φρουρὸν ἀκλινῆ Δραμινῶν, καὶ τῶν σῶν λειψάνων τὴν σορὸν Ὅσιε, πιστῶς κατασπαζόμενοι, βοῶμεν τῷ δοξάσαντί σε·

Ἀλληλούϊα.

Φαίνει πάσῃ τῇ κτίσει, σῶν τιμίων ἀγώνων, Γεώργιε ἡ λάμψις καὶ πλήθους, σῶν θαυμάτων σεπτὲ ἀσκητά, γεαυγῶν φωστήρων τοῦ Χριστοῦ πίστεως, ἡμῶν ῥαστώνης ζόφωσιν, ἐλαύνουσα τῶν σοὶ βοώντων·

Χαῖρε, τὸ φέγγος ὁμολογίας·
Χαῖρε, ὁ λύχνος τῆς ἀπαθείας.
Χαῖρε, ὁ φωτίσας τῆς Δράμας περίοικον·
Χαῖρε, ὁ φαιδρύνας προσφύγων σου σύλλογον.
Χαῖρε, ὅτι ἐξανέτειλας, ἐκ τοῦ Πόντου τοῦ κλεινοῦ·
Χαῖρε, ὅτι διεσκέδασας, τὴν ἐπήρειαν ἐχθροῦ.
Χαῖρε, τῆς ἀπαθείας εὐθαλέστατον ἔρνος·
Χαῖρε, τῆς εὐσεβείας τὸ θεότευκτον τεῖχος.
Χαῖρε, μολπὴ Χριστοῦ ἀγαπήσεως·
Χαῖρε, αὐγὴ χρυσόφεγγος νήψεως.
Χαῖρε, παρθένων Μονῆς σου προστάτης·
Χαῖρε, δαιμόνων κακότητος παῦσις.

Χαῖροις, μάκαρ Γεώργιε.

Χάριτος ἐκμαγεῖον, ἐκ τοῦ τάφου ἀρτίως, τῆς Δράμας ὁ σεπτὸς ἱεράρχης, ἀνεκόμισε σοῦ τὴν σορόν, τῶν λειψάνων ὄλβον ὥσπερ ἀσύλητον, ἣν πίστει ἀσπαζόμενοι, Γεώργιε Χριστῷ βοῶμεν·

Ἀλληλούϊα.

Ψάλλοντες σοὺς καμάτους, οὗς Γεώργιε ἔτλης, πρὸς κτῆσιν ἀρετῆς ψυχοτρόφου, ἀνυμνοῦμέν σε ὡς παμφαῆ, καὶ λαμπρὸν ἀστέρα τοῦ Χριστοῦ πίστεως, φωτίζοντα τὰ πέρατα, τῆς κτίσεως καὶ ἐκβοῶμεν·

Χαῖρε, τὸ σέλας τῆς ἀκτησίας·
Χαῖρε, τὸ κέρας χρηστοηθείας.
Χαῖρρε, ἐπισκόπου τῆς Δράμας ὁ πρόμαχος·
Χαῖρε, Χριστωνύμου χορείας ὑπέρμαχος.
Χαῖρε, φύλαξ ὁ ἀνύστακτος, εὐσεβῶν μοναζουσῶν·
Χαῖρε, δόναξ ἱερώτατος, ἀντιλήψεως πιστῶν.
Χαῖρε, Μακεδονίας τῆς εὐάνδρου ὁ ὄλβος·
Χαῖρε, τῆς Ἐκκλησίας ὁ νεότευκτος στῦλος.
Χαῖρε, βλαστὲ τῆς Ἀργυρουπόλεως·
Χαῖρε, φανὲ νηστείας καὶ νήψεως.
Χαῖρε, ὁμόζηλε θείων Ἀγγέλων·
Χαῖρε, ὁμότροπε πάλαι Ὁσίων.

Χαῖροις, μάκαρ Γεώργιε.

Ὦ θεόφιλε Πάτερ, ὁ ψυχῶν γεωργήσας, Γεώργιε ἀρούρας ἀρτίως (γ΄), Ἀναλήψεως κτίτορ Μονῆς, πρὸς πολύχουν στάχυν ἀρετῆς πρέσβευε, ὑπὲρ τῶν εὐφημούντων σε, καὶ πίστει ἀκλινεῖ βοώντων·

Ἀλληλούϊα.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν γεωργὸν τῆς ἀρετῆς τὸν ἀκάταβλητον, ψυχὰς ἀρότρῳ εὐσεβείας γεωργήσαντα, καὶ ἀγάπης μελῳδήσωμεν εὐσχημόνως, ἐν τοῖς χρόνοις τοῖς ἐσχάτοις καὶ δομήσαντα, Ἀναλήψεως Μονὴν ἐν Δράμᾳ κράζοντες, ὕμνοις πρέπουσι· Χαίροις μάκαρ Γεώργιε.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου