ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ «ΠΟΡΤΑΪΤΙΣΣΑΝ» ΚΥΡΙΑΝ ΘΕΟΤΟΚΟΝ
(Ποιηθεὶς ὑπὸ Γερασίμου μοναχοῦ Ἁγιαννανίτου).
Εὐλογήσαντος τοῦ Ἱερέως λέγομεν τὸν παρόντα ψαλμόν.
Ψαλμὸς ρμβ´ 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου,
ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ᾽ ἐμὲ τὸ πνεῦμά μου. Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν
μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ᾽ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός
σου ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι Κύριε ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν
ψυχήν μου.’Eξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ
ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Καὶ εὐθὺς τὸ Θεὸς Κύριος μετὰ τῶν στίχων αὐτοῦ.
Εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυμαστῇ σου Πορταΐτισσα σκέπῃ δι᾽ ἧς λυτροῦται ἡμᾶς πάσης ἀνάγκης, προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ᾽ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλίπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχῇ, προσιόντας σοι.
Δόξα… Τὸ αὐτό.
Καὶ νῦν… Ὅμοιον.
῎Αχραντε δεδώρηται, ἥνπερ θησαυρίσασα ἡ Μονὴ τῶν ᾽Ιβήρων, πάσης ἀπαλλάττεται,
διὰ σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀρραγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ
προστρέχων σοι.
Ὁ Ν´ Ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεός σου καὶ κατὰ τὸ πλῆθος των οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με, ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου· Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. ῾Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ᾽ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.῾Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Τὰ μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημῆσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ῥυπῶσι χείλεσι· τῆς πυριμόρφου δέομαι, καθαρσίου λαβίδος ἧς ῾Ησαΐας ἠξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.Ῥῶσιν καὶ χάριν ἀληθῆ καὶ ἔλεος, ἡ σὴ ἁγία Εἰκών, δαψιλῶς βλυστάνει, ὡς πηγὴ ἀκένωτος, καὶ θλίψεων τοὺς ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σῆς ἀγαθότητος, πάντων τὰς καρδίας εὐφραίνουσα.
Ὀδυνηρῶν ἐπιφορῶν ἀπάλλαξον, καὶ νοσημάτων δεινῶν, καὶ τῶν ἐν βίῳ, Κόρη περιστάσεων, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, τῇ δοξασθείσῃ Πανάχραντε, τῇ ἐπισκιάσει τῆς δόξης σου.
Ὕπερθεν Κόρη τῶν πυλῶν ηὐδόκησας, τῆς τῶν Ἰβήρων Μονῆς, τὸ θεοειδές σου,
σωθῆναι Ἐκτύπωμα· ἐντεῦθεν ΙΙορταΐτισσα, φερωνύμως ἐκλήθης, ὡς θυρωρὸς αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καὶ πρόμαχος.
Ὠδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ῥῦσαι πάσης ἀνάγκης, καὶ προβολῆς Ἄχραντε, ταύτην σου τὴν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καὶ πᾶσαν ἄδικον βουλὴν διάλυε τάχος, κατ᾽ αὐτῆς δεόμεθα, ὦ Πορταΐτισσα.Ἐν τῇ σῇ προστασίᾳ καὶ μητρικῇ χάριτι, καὶ συμπαθεστάτῃ προνοίᾳ καὶ ἀντιλήψει σου,
ἀεὶ προστρέχοντες, οἱ τὸν σὸν κλῆρον οἰκοῦντες, Κόρη Πορταΐτισσα, διασῳζόμεθα.
Ἱλαστήριον θεῖον, ὡς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταΐτισσα Κόρη, τὸ σὸν Ἐκτύπωμα, ᾧ προσπελάζοντες, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἴασιν λαμβάνομεν,τῇ σῇ χρηστότητι.
Παραδόξως ἀφῖκται, ἡ σὴ Εἰκὼν Ἄχραντε, πάλαι ἐκ Νικαίας ἐν Ἄθῳ τῇ εὐδοκίᾳ σου,
καὶ ὑπὲρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τὰ δωρήματα,τοῖς σὲ δοξάζουσι.
Διάσωσον, ὦ Πορταΐτισσα πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Καὶ μνημονεύει ὁ ἱερεὺς ἐκείνων δι᾽ οὓς ἡ Παράκλησις τελεῖται.
Μετὰ δὲ τὴν δέησιν τὸ ἑπόμενον Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτις θερμή, καὶ μέγα καταφύγιον, καὶ σκέπη στερρά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν σὴν ἐκζητούντων βοήθειαν· διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου τοὺς δούλους σου Πανάμωμε.
ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Ὅλῃ ψυχῇ, καὶ διανοίᾳ προστρέχομεν, Θεοτόκε τῇ σῇ ἀγαθότητι, καὶ ἐκβοῶμέν σοι ἐν κλαυθμῷ, κλῖνόν σου τὰ ὦτα, εἰς τὰς φωνὰς ἡμῶν Ἄχραντε, καὶ πλήρου τὰς αἰτήσεις, Πορταΐτισσα Κόρη, τὰς ἡμῶν ὡς Θεοῦ Μήτηρ εὔσπλαγχνος.Ῥήσεις τὰς σάς, ἃς ἀπεφήνω, Πανάχραντε, περὶ ταύτης, τῆς κληρονομίας σου, πλήρου Παρθένε ὡς συμπαθής, καὶ μὴ ἀποστήσῃς, ἐκ ταύτης τὴν προστασίαν σου· ἡμάρτομεν
γὰρ Κόρη, ἀλλὰ σοὶ καθ᾽ ἑκάστην, τὰς ἐλπίδας ἡμῶν ἀναφέρομεν.
Τὰς ψυχικάς, ἡμῶν ὀδύνας θεράπευσον, καὶ τὰς νόσους, πάσας τὰς τοὺς σώματος,
τὰς δυσφορήτους καὶ χαλεπάς, ἴασαι Παρθένε, καὶ θείῳ φόβῳ στοιχείωσον, ἡμῶν τὰς διανοίας, Πορταΐτισσα Κόρη πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φύσιν γὰρ,τὰ κατὰ σὲ καὶ καινοπρεπῆ· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παραδέδωκε φέρουσα Δέσποινα.
ᾨδή ε´. Ἵνα τί με ἀπώσω;
Ἵνα τὶ ἐλαμπρύνθη, ἡ δεδοξασμένη Εἰκὼν τοῦ προσώπου σου, καὶ ἐμεγαλύνθη,ὑπὲρ λόγον Ἁγνὴ Πορταΐτισσα; Ξένως γὰρ ὡς ἧκεν, ἡμῖν ποτὲ διὰ θαλάσσης, οὕτω ξένα ἐργάζεται θαύματα.Τῶν δαιμόνων τὰ θράση, καθ᾽ ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καὶ τῶν μελετώντων, πονηρὰ καὶ κενὰ Πορταΐτισσα, κατὰ τοῦ σοῦ Ὄρους, ὃ ἠρετίσω ὡς οἰκεῖον, τὰς δεινὰς σκευωρίας ματαίωσον.
Ἱεράν σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, οἱ σοὶ δοῦλοι πρὸς
σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας, τῶν πειρασμῶν καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.
Σωτηρίας πρὸς τρίβον, καὶ πρὸς μετανοίας ὁδὸν τὴν σωτήριον, ἴθυνον Παρθένε, τοὺς θερμῶς προσιόντας τῇ σκέπῃ σου, καὶ μετὰ τὸ τέλος, ὑπὲρ ἡμῶν ὡς ἐπηγγείλω, ἀγαθὰ
τῷ Θεῷ ἡμῶν λάλησον.
ᾨδὴ ϛ´. Τὴν δέησιν ἐκχεῶ.
Σωμάτων σε, ἰατῆρα ἄμισθον, καὶ ψυχῶν θεραπευτὴν κεκτημένοι, ὡς ἀληθῶς Πορταΐτισσα Κόρη, τῇ εὐκλεεῖ σου εἰκόνι προστρέχομεν, καὶ ἐξ αὐτῆς τὰς δωρεάς, τῆς εὐνοίας σου πίστει λαμβάνομεν.Ἀκύμαντος τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἡ θεία Εἰκών σου, ἧκεν ἡμῖν ὡς λιμὴν σωτηρίας, καὶ τῶν δεινῶν κατευνάζει τὰ κύματα, γαλήνην δὲ τὴν ἀληθῆ, πρυτανεύει ἡμῖν Πορταΐτισσα.
Τὴν πύλην μοι, τῆς ζωῆς ὑπάνοιξον, ἀφαρπάζουσα πυλῶν με τοῦ ιἍδου, ἡ Πυλωρὸς τῆς Μονῆς τῶν Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπήν μοι τῶν χρεῶν, τῶν πολλῶν μου εὐσπλάγχνως βραβεύουσα.
Ἡγίασται, ἀληθῶς ἡ θάλασσα, διαπλεύσει τῆς ἁγίας Μορφῆς σου, ἡ δὲ Μονὴ τῶν Ἰβήρων ὡς πλοῦτον, τῆς ἀρωγῆς σου αὐτὴν ὑπεδέξατο, ἅπας ὁ Ἄθως δὲ αὐτήν, ὡς ἐλπίδος
πυρσὸν κατεπλούτησε.
Διάσωσον, ὦ Πορταΐτισσα πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ὁ Ἱερεὺς μνημονεύει ὡς δεδήλωται. Μετὰ δὲ τὴν ἐκφώνησιν Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός σου Ἄχραντε,ὑμνεῖ σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει σοι· ἀπαύστως με φύλαττε Δέσποινα.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν (κεφ. α´ 39).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας,ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡπιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου, ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ἦχος β´. Δόξα …
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Τῆς Πορταϊτίσσης ταῖς θείαις ἱκεσίαις, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἔχει σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα· διὰ σοῦ πάσης γάρ, θλίψεως λυτροῦται· Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας Μάνδρα τῶν Ἰβήρων τί ἔνδοξος. Ἀλλ᾽ ὦ θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσιν τὴν χάριν σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν σου Κόρη ἀφ᾽ ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους σου.
Εἶτα ὁ Ἱερεύς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου, …
Ὁ Χορός· Κύριε, ἐλέησον· δωδεκάκις (ἀνὰ τρεῖς).
Ὁ Ἱερεύς· Ἐλέει, καὶ οἰκτιρμοῖς…
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾠδὰς τοῦ κανόνος.
ᾨδὴ ζ´. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Νόσους ποικίλας θεραπεύει, καὶ ἀκάθαρτα πνεύματα διώκει, τῆς Εἰκόνος τῆς σῆς ἡ χάρις Θεοτόκε· ἐντεῦθεν Πορταΐτισσα, πᾶσα γλῶσσα σὲ δοξάζει.Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἡμᾶς ἐχθροῦ τὰς πανουργίας, καὶ συμμάχει ἡμῖν, ἀεὶ ὡς καθυπέσχου, κατὰ τοῦ πολεμήτορος, καθ᾽ ἡμῶν ὠρυομένου.Ἔλαιον ἄλευρον καὶ οἶνον, ὡς ἐπλήθυνάς ποτε ἐν τῇ Μονῇ σου, οὕτω δίδου Ἁγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τὰς πλουσίας εὐλογίας.Σκέπε τὴν σὴν κληρονομίαν, Πορταΐτισσα ἐκ πάσης ἐπηρείας· ὅτι ἅπας πρὸς σέ, ὁ Ἄθως ἀτενίζει, ἐν εὐκαιρίαις Ἄχραντε, καὶ ἐν θλίψεσι τοῦ βίου.
ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Ἐν ἑσπέρᾳ πρωί καὶ μεσημβρίᾳ, ἐν ἡμέρᾳ, νυκτὶ καὶ πάσῃ ὥρᾳ, καὶ ἐν παντὶ καιρῷ καθικετεύω σε, στένων καὶ δακρύων, ἀσπάζομαι φόβῳ, σὴν σεπτὴν Εἰκόνα.Ἴασαί μου τὰ πάθη τῆς καρδίας, φώτισόν μου, τὸν νοῦν ἐσκοτισμένον, καὶ τὴν ψυχήν
μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.
Σὲ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν, ἀνθρώπων ὁμηγύρεις, καὶ οὐρανὸς καὶ
γῆ καὶ θάλασσα, πάναγνε κυρίως, ἀνυμνολογοῦσι τὴν σὴν σεπτὴν Εἰκόνα.
Χαῖρε πύλη καὶ γέφυρα καὶ κλῖμαξ, ἐκ θανάτου, πρὸς τὴν ἀθανασίαν, δι᾽ ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ὡς θάλαμον ὡραῖον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν σὴν Εἰκόνα ὀνομάζομεν.Ἰσχὺν καὶ θυμηδίαν ἐν τοῖς δεινοῖς, καὶ παράκλησιν Κόρη ἐν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπὸ τὴν σκέπην σου τὴν σεπτήν, Παρθένε Πορταΐτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη, καὶ μετοχὴν ζωῆς τῆς κρείττονος.
Μὴ παύσῃ περισκέπουσα ἐν παντί, τὸ περίβλεπτον Ὄρος Ἄχραντε, τὸ εὐλαβῶς, Κόρη ἐν ἡμέρᾳ τε καὶ νυκτί, τὸ Ἅγιόν σου ὄνομα, φέρον ἐν τῷ στόματι καὶ νοΐ, παρέχουσα ἐν τούτῳ τῆς σῆς ἐπιστασίας, χειρὶ πλουσίᾳ τὰ γνωρίσματα.Ναμάτων ψυχοτρόφων καὶ γλυκερῶν, ὡς πηγὴ σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ῥεῖθρα τα θεόβρυτα μυστικῶς, καὶ ἅπασαν, τὴν Ποίμνην σου, ἄρδεις καὶ εὐφραίνεις προφητικῶς ἀλλὰ καὶ μετὰ τέλος, ἡμᾶς ἀκατακρίτους,
τῷ σῷ Υἱῷ Ἁγνὴ παράστησον.
Ἡ ἄχραντος Εἰκών σου καὶ εὐκλεής, ὥσπερ ἥλιος Κόρη ὑπέρλαμπρος,αἴγλῃ τῇ σῇ, ἐκ τῆς τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἐν τῷ Ὄρει σου, καὶ εἰς πάντα κόσμον ὑπερφυῶς, καὶ λύει παθημάτων, τὴν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.
Νοός μου τὴν ὁμίχλην τὴν χαλεπήν, τῷ φωτὶ τοῦ προσώπου σου δέομαι,λῦσον Ἁγνή, καὶ
τὰ τῆς ψυχῆς μου πάθη δεινά, θεράπευσον καὶ σῶσόν με, ἐκ τῆς δυναστείας τοῦ πονηροῦ, καὶ ὥρᾳ τοῦ θανάτου, ἐξάρπασόν με Κόρη, ἐκ τῶν χειρῶν τοῦ κοσμοκράτορος.
Καὶ εὐθύς.
Καὶ τὰ Μεγαλυνάρια.
Ἧκε ξενοτρόπως ἡ σὴ Εἰκών, ἐν τῷ Ὄρει Ἄθω, καὶ ἐδόθη ὡς θησαυρός,τῇ Μονῇ Ἰβήρων, Ἁγνὴ θεογεννῆτορ· διὸ ὑμνολογοῦμεν τὰ σὰ θαυμάσια.Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, καὶ Μονῆς Ἰβήρων, Πορταΐτισσα ἀρωγή,καὶ παντὸς τοῦ κόσμου, ἐξαίρετος Προστάτις, καὶ κηδεμὼν καὶ σκέπη Θεογεννήτρια.
Στήλη θεοτύπωτος ἐμφανής, τῆς περὶ ἡμᾶς σου, προστασίας ἡ σὴ Εἰκών,πέλει Θεοτόκε·
διὸ ἅπας ὁ Ἄθως καὶ μεγαλύνει σε Πορταΐτισσα.
Σκέπε τὴν Μονήν σου πάσης ὀργῆς, καὶ βλάβης Παρθένε, καὶ μανίας τοῦ δυσμενοῦς, καὶ
ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον Θεοτόκε τοὺς πεποιθότας σοι.
Ἆρόν σου τὰ ὄμματα Μαριὰμ καὶ ἰδὲ εὐσπλάγχνως, τοὺς Εἰκόνι Σου τῇ σεπτῇ παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλοῦντας καὶ πλήρωσον αἰτήσεις τούτων Πανύμνητε.
Ἴδοιμι Παρθένε ψυχορραγῶν, ἐν καιρῷ θανάτου, τὴν Εἰκόνα Σου τὴν σεπτήν,
παραμυθουμένην καὶ ἱλαρῶς ὁρῶσαν, καὶ ὄψεις τῶν δαιμόνων ἀποδιώκουσαν.
Τί ἀνταποδώσομεν οἱ οἰκτροί, δοῦλοί Σου Παρθένε, ἀντὶ χάριτος τῆς πολλῆς, ἥνπερ ἀνεδείξω, ἡμῖν χαρισαμένη, εἰκόνα Σου τὴν Θείαν πλοῦτον οὐράνιον;
Τοὺς τοῦ Ὄρους Ἄθω Καθηγητάς, Μοναστὰς Μιγάδας, Ἱεράρχας καὶ Ἀθλητάς,
Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους, τῶν Μοναστῶν τὰ πλήθη,ὕμνοις τιμήσωμεν.
Τὸ Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ.
Εἶτα·
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ
Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον. Παναγία Τριάς. Πάτερ ἡμῶν. Ὅτι σοῦ ἐστιν.
Καὶ τὰ τροπάρια ταῦτα.
Ἦχος πλ. β´.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες,ταύτην σοι
τὴν ἱκεσίαν, ὡς Δεσπότῃ οἱ ἁμαρτωλοὶ προσφέρομεν· ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε, ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν· μὴ ὀργισθῇς ἡμῖν σφόδρα,μηδὲ μνησθῇς
τῶν ἀνομιῶν ἡμῶν· ἀλλ᾽ ἐπίβλεψον καὶ νῦν, ὡς εὔσπλαγχνος,καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν· σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου· πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν…
τῶν Χριστιανῶν.
Ἡ συνήθης ἐκτενὴς ὑπὸ τοῦ Ἱερέως·
καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλονται τὰ ἑπόμενα Τροπάρια.
Ἦχος β . Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ κραταιᾷ προστασίᾳ, τὴν Εἰκόνα σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνὴ προσκυνοῦντας, σῶζε Πορταΐτισσα, πάσης στενώσεως πάσης προσβολῆς ἐναντίας καὶ ὁδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν βίῳ περιστάσεων.
Ἦχος πλ. δ´.
Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β´.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι' ευχών των Αγίων Πατέρων ημών.
Απολυτίκιον της Πορταϊτίσσης.
Ήχος Α . Του λίθου σφραγισθέντος.
Την θείαν Σου Εικόνα δεδεγμένοι εν θαύματι, Πυλωρόν Παρθένε και σκέπην και Προστάτιδα έχομεν, του κλήρου σου οι τρόφιμοι αεί, και Σου ως αφομείωμα ημείς, την Αυτήν Σου προσκυνούντες από ψυχής, βοώμεν σοι Θεοτόκε· δόξα τη παναγάθω Σου βουλή, δόξα τη προστασία Σου, δόξα τη προς ημάς Αγνή θεία προνοία Σου.
Κοντάκιον.
Ήχος πλ. Δ . Το προσταχθέν μυστικώς.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ Ὄρους τὴν Ἔφορον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τὸ στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.
Πηγη: http://epanastasilae.blogspot.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου