Τρίτη, 3 Μαΐου 2016

ΕΥΧΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΞΕΝΙΑΣ ΤΗΣ ΘΑΥΜΑΤΟΥΡΓΟΥΣ

        

Κύριε Ιησού Χριστέ ο Θεός μου, ο ρυσαμενος με εκ χειρός του αποστατου Δομετιανου.

 Ο επαμβλυνας πασας τας κατ`εμου επινοιας και μηχανας αυτου. Ο τη αηττητω δυναμει του Σταυρου Σου κατασφαλισας με και σωαν εκ του διασυρμου των ιππων διαφυλαξας.      

 Ο παρασχων μοι την ισχυν καταβαλειν τον πολυμηχανον  εχθρον εν τω σκαμματι του μαρτυριου.

Αυτος και νυν, Δεσποτα, λυτρωσαι την μιανθεισαν ταις βιοτικαις ηδοναις ψυχην μου εκ του βυθου της απωλειας, εν τω απερχεσθαι με εκ του φθαρτου τουτου κοσμου,και δια της μετανοιας καθαραν παραστησον προ του αδεκαστου και φρικτου βηματος σου.

Δος δοξαν τω ονοματι Σου και ενισχυσον με εως τελους κατισχυσαι των ορατων και αορατων εχθρων μου.

 Παντι δε τω επικαλουμενω Σε μετα πιστεως ,δι` εμου της δουλης Σου Ξενιας ,η την ημεραν της προς Σε τον αθανατον και μονον αληθινον Θεον εκδημιας μου μεμνημενω και ταυτην εορταζοντι η την εμην εικονα κατεχοντι και ταυτη πιστως προσπελαζοντι, η την δεησιν μου  ταυτην αναγινωσκοντι και το μαρτυριον μου μελετωντι βοηθειαν εν παντι και ψυχικην σωτηριαν. Και ως ελυσας Κυριε, πασαν κατ`εμου του απεχθους τυραννου μου μαγειαν και επαοιδιαν και ανωτεραν της επηρειας αυτων  ετηρησας  με, ουτως αφανισον τη ανυπερβλητω  και κραταια δυναμει σου, και εκ του δουλου (δεινος), του αιτουντος βοηθειαν παρα Σου, δι`εμου της ταπεινης Σου δουλης, πασαν γοητειαν η μαγγανειαν, πασα φαρμακειαν η επαοιδιαν και πασαν βασκανιαν η αστρομαντειαν, εν παντι αντικειμενω η τοπω ανηκοντι αυτω γενομενην, εν τω αιθερι, εν τη γη και υποκατω της γης, εν τω αερι, εν τοις γλυκεσιν υδασι των λιμνων και ποταμων και των φρεατων και τοις αλμηεσι των θαλασσων.

Και ον τροπον εκρυπτει ο ανεμος χνουν απο προσοπου της γης, ουτω διασκορπισθητωσαν και αφανισθητωσαν και λυθητωσαν υπο του μισοκαλου δαιμονος ενθα κεινται και ωτινι τροπω η σημειω η οργανω η υλη ποιηθεντα και εν οιωνδητινι αριθμω μετρηθεντα  και ωτινι των αστερισμων κατονομασθεντα εν νυκτι, η εν ημερα, εν τω φωτι η εν τω σκοτει.

Απαλλαξον δε πασης της εξ` αυτων επηρειας τον προς Σε τον φιλανθρωπον και ευσπλαχνον Θεον καταφυγοντα πιστον δουλον σου (δεινα) και την ταπεινην σου Μαρτυρα Ξενιαν εις πρεσβειαν προσαγοντα, παντος ψυχικου και σωματικου δεσμου η ασθενειας η γοητειας η μαγγανειας η αστρολογιας η νεκρομαντειας η επαοιδιας και βλαβης του πονηρου  δι` εργου η δια λογου η δια δαιμονων η δι` ανθρωπων ενεργηθεισης.

Τηρησον αυτον φυλαττοντα τας εντολας σου και αβλαβη πασης των πονηρων πνευματων κακωσεως, και αξιωσον γενεσθαι μετοχον των αιωνιων Σου αγαθων, οτι ευλογητος ει εις τους αιωνας.

Αμην.


*Η ευχή να διαβάζετε από Ιερέα.


ΠΗΓΗ: http://logia-tou-aera.blogspot.gr/2015/11/a.html 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...