Τρίτη 3 Μαΐου 2016

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΤΩΝ ΝΕΟΦΑΝΩΝ ΕΝΔΟΞΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΡΑΦΑΗΛ ,ΝΙΚΟΛΑΟΥ ΚΑΙ ΕΙΡΗΝΗΣ




Ὁ Ἱερεὺς

Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε· νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.

Ὁ Ἀναγνώστης
Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γὴν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡςνεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ΄ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε· ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοῖ ἤλπισα· Γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σου εἰμί.

Ἦχος δ΄

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α' Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. β' Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. 
Στίχ. γ' Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ’. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ τῶν μαρτύρων θαυμαστῇ προστασίᾳ, τῶν ἐν Θερμῇ ἡμῖν ἀρτίως φανέντων, ἀπὸ ψυχῆς προσπέσωμεν κραυγάζοντες· Ραφαὴλ μακάριε, καὶ Νικόλαε θεῖε, καὶ Εἰρήνη πάνσεμνε, πάσης ρύσασθε βλάβης, καὶ ἀναγκῶν καὶ πάσης ἀπειλῆς, τοὺς τῇ πρεσβείᾳ ὑμῶν καταφεύγοντας.

Δόξα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· ἐν Σουλίῳ ἐμφανίσθητε, Θείῳ ὁράματι καὶ ἡγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ ψαλμὸς (50)

Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὁ Θεὸς καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρῦσαί με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Συνόντες Μαρτύρων θείοις χοροῖς, Ραφαὴλ παμμάκαρ, καὶ Νικόλαε ἱερέ, ἅμα σὺν Εἰρήνῃ δυσωπεῖτε, πολυειδῶν ἡμᾶς ρύεσθαι θλίψεων.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Κευθμώνων ὡς ὤφθη ἀπὸ τῆς γῆς, τὸ θεῖόν σου σκῆνος, ἁγιάζει τοὺς εὐσεβεῖς· ἀλλ’ ὦ Ραφαὴλ θαυματοφόρε, ἁγιασμὸν ἡμῖν δίδου καὶ λύτρωσιν.

Δόξα.

Ἐφάνησαν ἄνθη ὡς νοητά, ὑμῶν τὰ ὀστέα, ὧν ἡ χάρις ἡ μυστική, Νικόλαε ἅμα καὶ Εἰρήνη, τὴν δυσωδίαν διώκει τῶν θλίψεων.

Καὶ νῦν. Θεοτοκίον.

Πηγὴ εὐσπλαγχνίας τῆς θεϊκῆς, βλῦσόν μοι Παρθένε, σωτηρίας τὸν γλυκασμόν, καὶ λῦσον πικρίαν τῆς ψυχῆς μου, ἥν τῶν παθῶν μου τὸ πλῆθος ἐνέσταξε.

Ὠδὴ  γ΄. Οὐρανίας ἁψίδος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἡ πλουσία σου χάρις, παρὰ Θεοῦ Ἅγιε, πᾶσι θαυμαστῶς ἐνεργοῦσα, νέμει τὰ κρείττονα· διὸ τοῖς σπεύδουσιν, ὦ Ραφαὴλ τῇ σῇ σκέπῃ, δίδου τὰ ἰάματα, ψυχῆς καὶ σώματος.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἠθληκότες νομίμως, ὑπὲρ Χριστοῦ Μάρτυρες, πάσης ἀνομίας καὶ βλάβης, τοῦ πολεμήτορος, ἡμᾶς λυτρώσασθε, σὺν Νικολάῳ, Εἰρήνῃ, ταῖς πρὸς τὸν Οἰκτίρμονα, ὑμῶν δεήσεσι.

Δόξα.

Μυστηρίων ἐνθέων, ὡς ἀληθῶς ἔκβασις, γέγονεν ὑμῶν ἐν τῷ κόσμῳ, ἡ ἀποκάλυψις, ὦ Ραφαὴλ ἱερέ, σὺν Νικολάῳ Εἰρήνῃ· ὅθεν ἡμῖν νείματε, φόβον τὸν ἔνθεον.

Καὶ νῦν. Θεοτοκίον.

Ὡς περίδοξος θρόνος, καὶ φωταυγὲς σκήνωμα, τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, κόρη πανάμωμε, σκεῦος φωτὸς ἁγνοῦ βίου, τὴν ψυχήν μου ποίησον, ὡς ἂν σωθήσωμαι.

Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Ὁ Ἱερεὺς: Αἴτησις

Κάθισμα
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάται ἡμῶν, ἀρτίως ἀνεδείχθητε, καὶ πᾶσι πιστοῖς, φαινόμενοι παρέχετε, παραδόξοις ὄψεσι, τὰ αἰτήματα Ἅγιοι πάντοτε· διὰ τοῦτο ὑμνοῦμεν ὑμᾶς, σοφὲ Ραφαὴλ τε καὶ Νικόλαε.

Ὠδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νοσημάτων ἀπάλλαξον, Πάτερ Ραφαήλ, καὶ πάσης κακώσεως, ἀοράτῳ ἐπισκέψει σου, τοὺς τὸ σὸν φωνοῦντας μέγα ὄνομα.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἐκλυτρούμενοι φάνητε, τῆς τοῦ ἀοράτου ἐχθροῦ ἐπιθέσεως, ὦ Εἰρήνη καὶ Νικόλαε, τοὺς εἰλικρινῶς ὑμῖν προστρέχοντας.

Δόξα.

Σωτηρίαν αἰτήσασθε, τὴν κατὰ ψυχὴν καὶ σῶμα τοῖς σπεύδουσι, Ραφαὴλ τὲ καὶ Νικόλαε, καὶ Εἰρήνη πᾶσιν ὑμῖν Ἅγιοι.

Καὶ νῦν. Θεοτοκίον.

Τῆς ψυχῆς μου τὰ τραύματα, ἴασαι Παρθένε τῇ σῇ χρηστότητι, καὶ ὑγείαν τὴν κατ’ ἄμφω μοι, καὶ πταισμάτων αἴτει τὴν συγχώρησιν.

Ὠδὴ  ε΄. Φώτισον ἡμᾶς.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Εἰδόν σε πολλοί, καὶ χαρᾶς πολλῆς ἐπλήσθησαν· χαροποίησον οὖν Πάτερ καὶ ἡμῶν, τὴν ζωὴν λελυπημένην πικραῖς θλίψεσι. 

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἄκουσον ἡμῶν, τῆς φωνῆς θεῖε Νικόλαε, καὶ παράσχου ὦ Εἰρήνη θαυμαστή, τῇ ζωῇ ἡμῶν εἰρήνην ἀστασίαστον. 

Δόξα.

Θεῖοι Ἀθληταί, Ραφαήλ τε καὶ Νικόλαε, καὶ Εἰρήνη τῶν Λεσβίων ἡ χαρά, λυπηρῶν ἡμῶν λυτροῦσθε περιστάσεων.

Καὶ νῦν. Θεοτοκίον.

Λύτρωσαι ἡμᾶς, Θεοτόκε Ἀειπάρθενε, μανιώδους τοῦ ἐχθροῦ ἐπιφορᾶς, καθ’ ἡμῶν ἀεὶ ὡς λέοντος σφαδάζοντος.

Ὠδὴ  στ΄. Τὴν δέησιν ἐκχεῶ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ὁράσεσι, καὶ πολλαῖς θεωρίαις, τοῖς πιστοῖς ἐμφανιζόμενος μάκαρ, τῶν κεκρυμμένων τὴν γνῶσιν ἐκφαίνεις, ἀλλὰ καὶ νῦν μυστικῶς ἐπιφάνηθι, Ὁσιομάρτυς Ραφαήλ, καὶ παράσχου ἡμῖν τὰ αἰτήματα.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Φανέντες, ὡς ἐξ ἀδύτων τῷ κόσμῳ, ὑπὸ γῆν χρόνοις πολλοῖς κεκρυμμένοι, τῆς τοῦ Θεοῦ εὐσπλαγχνίας τὸν πλοῦτον, πρεσβευτικῶς τοῖς ἀνθρώποις παρέχετε, Νικόλαε μάρτυς στερρέ, καὶ Εἰρήνη σεμνὴ καλλιπάρθενε.

Δόξα.

Οἱ νέοι, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ἀθλήσει ἀριστεύσαντες πάλαι, ὁ Ραφαὴλ ὁ σοφὸς θεηγόρος, καὶ σὺν Εἰρήνῃ ὁ θεῖος Νικόλαος, ἐπιστασίαις ταῖς ὑμῶν, τῶν ἐν βίῳ δεινῶν ἡμᾶς ρύσασθε.

Καὶ νῦν. Θεοτοκίον.

Ρυσθῆναί με, τῶν παθῶν  τῆς κακίας, καὶ ἁπάσης τοῦ ἐχθροῦ κακουργίας, τῇ σῇ εὐδόκησον Κόρη πρεσβείᾳ, πρὸς τὸν Υἱὸν καὶ Θεόν σου καὶ Κύριον, καὶ δίδου μοι ὡς ἀγαθή, μετανοίας σωτήριον δάκρυον.

Διάσωσον, ὦ Ραφαὴλ καὶ Νικόλαε καὶ Εἰρήνη, τοὺς ἐν πίστει ὑμῖν προστρέχοντας Ἅγιοι, ἀπὸ παντοίων κινδύνων καὶ νοσημάτων.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Ὁ Ἱερεὺς: Αἴτησις

Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Ὡς ἀντιλήπτορες πάντων θερμότατοι, ὦ Ραφαὴλ καὶ θεόφρον Νικόλαε, ἀεὶ βοηθεῖτε τοῖς πάσχουσι, καὶ τῶν παθῶν τὰς ὀδύνας κουφίζετε, ὑμῶν ταχιναῖς ἀντιλήψεσι.

Προκείμενον.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Ὁ Χορός

Δόξα Σοι, Κύριε, δόξα Σοι.

Δόξα.

Ταῖς τῶν Ἀθλοφόρων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον.

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.

Ἄστρα ὡς νεόφωτα, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐκ τῆς Λέσβου λάμψαντες, πάντας καταυγάζετε ἐν τοῖς θαύμασι, Ραφαὴλ μέγιστε, σὺν τῷ Νικολάῳ, καὶ Εἰρήνη καλλιπάρθενε, καὶ διαλύετε, τὴν τῶν παθημάτων σκοτόμαιναν, πιστοῖς ἐπιφαινόμενοι, πλήρεις συμπαθείας καὶ χάριτος· ὅθεν ἐκβοῶμεν, ἐν πάσῃ τῇ ζωῇ ἡμῶν σοφοί, μὴ διαλίπῃτε σκέποντες, πάσης περιστάσεως.

Ὁ Ἱερεὺς: Σῶσον, ὁ Θεός, τὸν λαόν σου…

Ὠδὴ  ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Οἱ τὴν σὴν κατιδόντες, Ραφαὴλ θεοφόρε θέαν οὐράνιον, ἐδέξαντο ἐκ ταύτης, φῶς θείας εὐφροσύνης· δὸς κἀμοὶ οὖν μακάριε, τῆς βοηθείας τῆς σῆς, τὰς σωτηρίους δόσεις.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Ἰατρεύειν τὰ πάθη, τῶν ψυχῶν καὶ σωμάτων ἡμῶν μὴ παύσησθε, Νικόλαε τρισμάκαρ, καὶ πάνσεμνε Εἰρήνη, καὶ διδόναι ἑκάστοτε, ἀπαλλαγὴν τῶν δεινῶν, καὶ ἀναγκῶν τὴν λύσιν.

Δόξα.

Γνωρισθέντες τῷ κόσμῳ, ὡς γνωστοὶ τῷ Κυρίῳ πάλαι τυγχάνοντες, λαμπρῶς θαυματουργεῖτε, προφθάνοντες ταχέως, Ραφαὴλ καὶ Νικόλαε, τοὺς προσιόντας θερμῶς, ὑμῶν τῇ προστασίᾳ.

Καὶ νῦν. Θεοτοκίον.

Ἐξ ἀχράντου γαστρός σου, προελθὼν ὁ τῶν ὅλων Θεὸς καὶ Κύριος, μορφῇ τῇ ἀνθρωπίνῃ, προστάτιν σὲ δεικνύει, παντὸς κόσμου Πανάμωμε· ὅθεν ἐκ πάσης ἡμᾶς, ἀπάλλαξον ἀνάγκης.

Ὠδὴ  η΄. Τὸν Βασιλέα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ρῶσιν παράσχου, καὶ τὴν κατ’ ἄμφω ὑγείαν, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, Ραφαὴλ παμμάκαρ, καὶ σὲ ὑμνολογοῦσι.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ἄλυπον βίον, ἐν ἀληθεῖ εὐπραγίᾳ, καταξίωσον ἡμᾶς πιστῶς ἀνύειν, ταῖς σαῖς ἱκεσίαις, Νικόλαε θεόφρον. 

Δόξα.

Σθένος μοι δίδου, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καὶ παράκλησιν ἐν πάσαις ἀθυμίαις, ὦ τριὰς ἁγία, νεοφανῶν Μαρτύρων.

Καὶ νῦν. Θεοτοκίον.

Ἴασαι Κόρη, τὴν θλιβομένην ψυχήν μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, τῇ συμπαθεστάτῃ, προνοίᾳ σου Παρθένε.

Ὠδὴ  θ΄. Κυρίως Θεοτόκον.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Μεγάλων χαρισμάτων, κατηξιωμένος, παρὰ Χριστοῦ Ραφαὴλ ἱερώτατε, μέγας προστάτης ἐδείχθης ἡμῶν καὶ στήριγμα.

Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οἱ Μάρτυρες Κυρίου, οἱ δεδοξασμένοι, σὺν Νικολάῳ Εἰρήνη θεόνυμφε, τῆς τῶν παθῶν ἀδοξίας ἡμᾶς λυτρώσασθε.

Δόξα.

Ὑψόθεν ἀοράτως, σκέπετε ἀπαύστως, ὦ Ραφαὴλ ἱερὲ καὶ Νικόλαε, σὺν τῇ Εἰρήνῃ τοὺς πίστει ὑμᾶς γεραίροντας.

Καὶ νῦν. Θεοτοκίον.

Ὑμνοῦμέν σου τὴν χάριν, Κεχαριτωμένη· ὅτι ἡμᾶς διασώζεις ἑκάστοτε, καὶ ἀσφαλῶς κατευθύνεις πρὸς θεῖον θέλημα.

Μεγαλυνάρια.

Ἄξιον ἐστίν, ὡς ἀληθῶς μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν· τὴν ὄντως Θεοτόκον, Σὲ μεγαλύνομεν.

Χαίροις τῆς Ἰθάκης θεῖος βλαστός, Ραφαὴλ τρισμάκαρ, καὶ Σουλίου ὁ ἀρωγός· χαίροις Διακόνων, Νικόλαε λαμπρότης· χαῖρε σεμνὴ Εἰρήνη, Χριστοῦ ὀσφράδιον. 

Πάλαι ἐναθλήσαντες καρτερῶς, καὶ ἄρτι γνωσθέντες, ἐν Σουλίῳ περιφανῶς, λάμπετε ἐν κόσμῳ, θαυμάτων ἐνεργείαις, εἰς δόξαν τοῦ Κυρίου, Ἅγιοι Μάρτυρες. 

Δόξῃ λαμπρυνόμενοι θεϊκῇ, ὁράσεσι πλείσταις, ἐκκαλύπτετε τοῖς πιστοῖς, ἀγνώστων πραγμάτων, σαφέστατα τὴν γνῶσιν, ὡς θεῖοι τοῦ Σωτῆρος, Ὁσιομάρτυρες. 

Χαίρετε Σουλίου κλέος καινόν, τῆς Μονῆς πολιοῦχοι, καὶ προστᾶται τῶν Μοναχῶν, Ραφαὴλ παμμάκαρ, ὁμοῦ σὺν Νικολάῳ, καὶ τῇ σεμνῇ Εἰρήνῃ, πυρσοὶ θεόφωτοι.

Χαίρετε κτηθέντες ὡς θησαυροί, πλουτίζοντες πάντας, ἰαμάτων ταῖς δωρεαῖς, Ραφαὴλ θεόφρον, σὺν θείῳ Νικολάῳ, τὸν τόπον τοῦ Σουλίου καθηγιάσαντες.

Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, ὑμῶν τῇ πρεσβείᾳ, πάσης ρύσασθε συμφορᾶς, Ραφαήλ, Εἰρήνη, ὁμοῦ σὺν Νικολάῳ, τὴν τῶν πταισμάτων λύσιν, ἡμῖν αἰτούμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν ἕνεκεν τοῦ ὀνόματός Σου.

Κύριε ἐλέησον. (τρίς)

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτῳ τὸ ὄνομά Σου, ἐλθέτῳ ἡ Βασιλεία Σου, γεννηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ρῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὁ Ἱερεὺς: Ὅτι Σοῦ ἐστὶν…

Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐν Λέσβῳ ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· ἐν Σουλίῳ ἐμφανίσθητε, Θείῳ ὁράματι καὶ ἡγιάσατε αὐτό. Ὅθεν ὑμᾶς τιμῶμεν, Ραφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ, καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας, καὶ πρέσβεις πρὸς Κύριον.

Ὁ Ἱερεύς: Ἐκτενὴς Δέησις καὶ Ἀπόλυσις.

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς ἐν πίστει ἀκλινεῖ, τοῖς ὑμῶν ἁγίοις λειψάνοις, φοιτῶντας Ἅγιοι, καὶ πρὸς τὴν ἀντίληψιν, τὴν ὀξυτάτην ὑμῶν, ἀφορῶντας ἑκάστοτε, Ραφαὴλ τρισμάκαρ, Εἰρήνη καὶ Νικόλαε, Θαυματουργοὶ Θαυμαστοί, πάσης ἐπηρείας καὶ βλάβης, λύπης καὶ πικρῶν νοσημάτων, ρύσασθε ὑμῶν τῇ θείᾳ χάριτι.

Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.

Ὁ Ἱερεὺς:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός:
Ἀμήν.




Ἕτερον Ἀπολυτίκιο τοῦ Ἁγίου Ραφαήλ.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης
Τῆς Ἰθάκης τὸν γόνον καὶ τῆς Λέσβου τὸ καύχημα, Ὁσιομαρτύρων τὴν δόξαν Ῥαφαὴλ εὐφημήσωμεν· ἀρτίως γὰρ ἡμῖν φανερωθείς, ἰάματα πηγάζει τοῖς πιστοῖς, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ὑπερφυῶς, ὀπτάνεται τοῖς κράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ, ἡμῶν τὰ αἰτήματα.


Ἕτερον Ἀπολυτίκιον.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε
Τοῦ θείου Λειψάνου σου, τῇ ἀνευρέσει σοφέ, ἡ Λέσβος πεπλήρωται, τῆς ἐκ Θεοῦ δαψιλῶς, δοθείσης σοι χάριτος· σὺ γὰρ Ὁσιομάρτυς, Ῥαφαὴλ παραδόξως, φαίνῃ πλείστοις ἀνθρώποις, καὶ ἰάσεις παρέχεις· διὸ τοῖς θαυμασίοις σου, πιστοὶ εὐφραινόμεθα.


Μεγαλυνάριον

Τοὺς Ὁσιομάρτυρας τοῦ Χριστοῦ, Ῥαφαὴλ τὸν θεῖον, καὶ Νικόλαον τὸν σεπτόν, ἅμα σὺν Εἰρήνη, τῆς Λέσβου τοὺς προστάτας, ὡς πᾶσι βοηθοῦντας, ὕμνοις τιμήσωμεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου