Featured Post

Τὸ Ἅγιον Ὅρος ἀπὸ ψηλὰ – Ὁδοιπορικὸ στὸν Ἄθω

Ἡ γυμνὴ κορυφὴ τοῦ ὅρους Ἄθω, στὴ μέση του Αἰγαίου.

Translate

Σάββατο, 27 Φεβρουαρίου 2016

Εὐχή γιά ὅλο τό 24ωρο - Τοῦ Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου


Κύριε, μή στερήσης με τῶν ἐπουρανίων σου καί αἰωνίων ἀγαθῶν.

Κύριε, λύτρωσαί με τῶν αἰωνίων κολάσεων

Κύριε, εἴτε λόγω εἴτε ἔργω εἴτε κατά νοῦν καί διάνοιαν ἥμαρτον, συγχώρησόν με.

Κύριε, λύτρωσαί με ἀπό πάσης ἀνάγκης καί ἀγνοίας καί λήθης καί ραθυμίας καί τῆς λιθώδους ἀναισθησίας.

Κύριε, λύτρωσαί με ἀπό παντός πειρασμοῦ καί ἐγκαταλείψεως.

Κύριε, φώτισον τήν καρδίαν μου, ἥν ἐσκότισεν ἡ πονηρά ἐπιθυμία.

Κύριε, ἐγώ μέν ὡς ἄνθρωπος ἁμαρτάνω, σύ δέ ὡς Θεός ἐλέησόν με.

Κύριε, ἴδε τήν ἀσθένειαν τῆς ψυχῆς μου, καί πέμψον τήν χάριν σου εἰς βοήθειάν μου, ἵνα ἐν ἐμοί δοξασθῆ τό ὄνομά σου τό ἅγιον.

Κύριε, Ἰησοῦ Χριστέ, ἔγγραψον τό ὄνομα τοῦ δούλου σου ἐν βίβλω ζωῆς, χαριζόμενός μοι καί τέλος ἀγαθόν.

Κύριε, ὁ Θεός μου, οὐκ ἐποίησα οὐδέν ἀγαθόν, ἀλλ ἀρξαίμην ποτέ τῆ εὐσπλαγχνία σου.

Κύριε, βρέξον εἰς τήν καρδίαν μου τήν δρόσον τῆς χάριτός σου.

Κύριε, ὁ Θεός τοῦ οὐρανοῦ καί τῆς γῆς, μνήσθητί μου τοῦ ἁμαρτωλοῦ, τοῦ αἰσχροῦ, τοῦ πονηροῦ καί βέβηλου κατά τό μέγα ἔλεός σου, ὅταν ἔλθης ἐν τῆ βασιλεία σου.

Κύριε, ἐν τῆ μετανοία παράλαβέ με καί μή ἐγκαταλίπης με.

Κύριε, μή εἰσενέγκης με εἰς πειρασμόν.

Κύριε, δός μοι ἔννοιαν ἀγαθήν.

Κύριε, δός δάκρυα καί μνήμην θανάτου καί κατάνυξιν.

Κύριε, δός μοι τῶν λογισμῶν μου ἐξαγόρευσιν.

Κύριε, δός μοι ταπείνωσιν, ἐκκοπήν θελήματος καί ὑπακοήν.

Κύριε, δός μοι ὑπομονήν, μακροθυμίαν καί πραότητα.

Κύριε, ἐμφύτευσον ἐν ἐμοί τήν ρίζα τῶν ἀγαθῶν, τόν φόβον σου.

Κύριε, ἀξίωσόν με ἀγαπᾶν σε ἐξ᾽ ὅλης μου τῆς ψυχῆς καί τῆς διανοίας καί τῆς καρδίας καί τηρεῖν ἐν πᾶσι τό θέλημά σου.

Κύριε, σκέπασόν με ἀπό ἀνθρώπων πονηρῶν καί δαιμόνων καί παθῶν, καί ἀπό παντός μη προσήκοντος πράγματος.

Κύριε, ὡς κελεύεις, Κύριε, ὡς γινώσκεις, Κύριε, ὡς βούλει γενηθήτω τό θέλημά σου ἐν ἐμοί.

Κύριε, τό σόν θέλημα γενέσθω καί μή τό ἐμόν. Πρεσβείαις καί ἱκεσίαις τῆς Παναγίας Θεοτόκου καί πάντων τῶν ἁγίων σου, ὅτι εὐλογητός εἰς τούς αἰώνας.

Ἀμήν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...