Featured Post

Τὸ Ἅγιον Ὅρος ἀπὸ ψηλὰ – Ὁδοιπορικὸ στὸν Ἄθω

Ἡ γυμνὴ κορυφὴ τοῦ ὅρους Ἄθω, στὴ μέση του Αἰγαίου.

Translate

Πέμπτη, 17 Μαρτίου 2016

Εὐχή Εἰς Κεκοιμημένους


Ὁ Θεός ὁ δυνατός, ὁ τῇ σοφίᾳ Σου κατασκευάσας τόν ἄνθρωπον, ὁ ἐκ διαφόρων καί ἐναντίων οὐσιῶν ἕν ζῶον λογικόν ὑποδείξας· 

ὁ συνάψας καί ἑνώσας τόν νοῦν τῷ χοΐ, τήν ἀόρατον ψυχήν τῇ ὁρωμένῃ σαρκί, διαστήσας δέ αὐτήν καί διακρίνας καί μετά τήν παράβασιν τῇ ἀνυπερβλήτῳ Σου περί ἡμᾶς ἀγάπῃ, ἵνα μή ἀθάνατον Δέσποτα, προσέταξας τόν χοῦν τοῦτον ἐπιστρέψαι εἰς τήν γῆν, καί τήν νοεράν ψυχήν ἀναλῦσαι πρός Σέ· 


μνήσθητι τοῦ δούλου Σου (τοῦδε)· καί εἴτι ἐν λόγῳ ἤ ἔργῳ ἥμαρτεν, εἴτε ἄκων ἤ ἑκών παρέβη, συγχώρησον αὐτοῦ, καί μέ ἐκζητήσῃς καί μηδέ εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου Σου. 


Τίς γάρ ἐστίν, ὅς ζήσεται καί οὐχ ἁμαρτήσει; Ἵλεως γενοῦ, ὡς ἀγαθός, καί ἀνάπαυσον τό πνεῦμα αὐτοῦ εἰς κόλπους Ἀβραάμ καί Ἰσαάκ καί Ἰακώβ, ὅθεν ἀπέδρα πᾶσα ὀδύνη καί λύπη καί στεναγμός, θησαυρίζων καί αὐτῷ τήν ἀγαθήν ἐλπίδα τῆς μετά τῶν Ἁγίων ἀναστάσεως.


Παρακάλεσον δέ καί παραμύθησαι ὡς φιλάνθρωπος τούς πενθοῦντας, καί τό βαρύ τῆς ἀθυμίας φορτίον ἀπό τῆς διανοίας αὐτῶν ἀνακούφισον, ἵνα εὐχαριστοῦντες δοξάσωσιν τόν μόνον ζῶντα καί αἰώνιον Θεόν.


Ὅτι Αὐτός εἶ ἡ ζωή καί ἡ ἀνάπαυσις τῶν κεκοιμημένων καί Σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Προσευχητάριον ὑπέρ τῶν κεκοιμημένων
Ἀρχιμανδρίτου Παύλου Κ. Ντανᾶ

Ἐκδόσεις «Ἄθως»

Ἀθήνα 2005

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...