Pages

Τρίτη 10 Δεκεμβρίου 2024

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χαρά Πάντων των Θλιβομένων!!!

Η Ιερά Μονή και η Αγία εικόνα της Υπεραγίας Θεοτόκου “Η Χαρά των Θλιβομένων” (κλικ εδώ)

Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον Χαράς Πάντων των Θλιβομένων

Ποίημα Αντωνίου Μάρκου, Καθηγητού Αγιολογίας

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά Τροπάρια.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῆς Χαρᾶς τῆς ὑπέρ νοῦν Σύ Μῆτερ τοῦ Ἰησοῦ, τῆς τῶν πιστῶν θυμηδίας, Αὐτοῦ χαρᾶς τά σύμπαντα πληρώσαντα· ἡμῶν πλήρωσον, Πανύμνητε, χαρᾶς τῆς Σῆς τῶν ὑμνούντων τό ἐν Σοί Μυστήριον τῆς Σαρκώσεως Λόγου, ζωήν, ψυχήν καί πνεῦμα, Ἀγαθή, ἵνα τιμῶμεν Σέ Κόρη Ἀπείρανδρε.  

Δόξα. Τό αὐτό. Καί νῦν.
Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ· Σοὺς γὰρ δούλους σώζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα  συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΔΕΗΣΙΣ ΘΕΟΤΟΚῼ ΘΛΙΒΟΜΕΝΩΝ ΧΑΡΑ. ΑΝΤΩΝ(ΙΟΥ).

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Δεόμενος, Θύγατερ Ἀβραάμ Σαῖς θείαις πρεσβείαις βοηθείας ἐξ οὐρανοῦ, παράκλησιν ἔνδακρυν ποιοῦμαι καί Σέ μεσίτην προβάλλω πρός Κύριον.

Εὐχαῖς Σου ταῖς θείαις καί οἰκτιρμοῖς, τούς  πάσχοντας, Μῆτερ, συνεργείᾳ τοῦ πονηροῦ διάσωσον, Κεχαριτωμένη καί πρός ὑγείας ὁδόν χειραγώγησον.

Ἡμάρτηκα, Δέσποινα, καί Θεοῦ προσβάλλω εἰκόνα καί βεβύθισμαι ἐν βυθῷ δικαίας τε κακίστης ἀπωλείας· πλήν Ἰησοῦ τῷ Υἱῷ Σου μεσίτευσον.

Σωτῆρα τεκοῦσα, ὦ Μαριάμ, σπλαχνήθητι, Κόρη, τῶν Ἁγίων σεπταῖς λιταῖς καί σπεῦσον λυτρώσασθαι Σούς δούλους, τῆς ἐρχομένης δικαίας παιδεύσεως.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
Ἰησοῦ Ναὸς οὖσα τοῦ Ἀχωρήτου, Μητρόθεε, τοῦ διὰ τὴν ἡμῶν σωτηρίαν ἐνανθρωπήσαντος· Αὐτὸν ἱκέτευε νῦν, ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ ἡμῶν εἰσάκουσον τῆς παρακλήσεως.

Σωτηρίαν εἰργάσω ἐν μέσῳ γῆς Κύριε· ὅθεν Σε ὑμνοῦμεν οἱ δοῦλοί Σου καὶ δοξάζομεν, ἐν τῇ ἀγάπῃ τῇ Σῇ τῶν δωρεῶν Σου τυχόντες, τὴν Ἀειμακάριστον σχόντες μεσίτριαν.

Θέλων σῶσαι τόν κόσμον ἀπ’ οὐρανῶν ὁ Πατήρ τὸν Υἱὸν Αὐτοῦ εἰς τὸν κόσμον διὰ Σοῦ ἐξέπεμψε, σάρκα λαβεῖν ἐκ γαστρός τῆς ἀκηράτου Σου, Κόρη, ἵνα σώσῃ ἅπαντας τοὺς ὑμνολόγους Σου.

Ἐπὶ γῆς ἐν ἀνθρώποις τὴν εὐδοκίαν Θεοῦ Πατρός, ἄνθρωποι ὑμνοῦσι ὡς εἶδον Χριστοῦ τὴν Γέννησιν· Σὲ τὴν τεκοῦσαν δέ παρακαλοῦμεν Παρθένε, σκέπε φρούρει φύλαττε νῦν τὴν ζωὴν ἡμῶν.

Ἀπάλλαξον τούς  θλιβομένους ἀπό τῆς λύπης, ὡς τῆς Χαρᾶς ὑπάρχουσα Μήτηρ καί πρόξενος, τούς Σούς πρόσφυγας, Θεοτόκε.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἀῖτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὑπό σκέπην τήν Σήν προσφεύγοντες Πανάχραντε, ἐλέους πηγὴν γινώσκομεν ἐν θλίψεσι καὶ θερμῶς αἰτούμεθα, τῷ Υἱῷ καὶ Θεῷ Σου μεσίτευσον ἵνα ἐκ κινδύνων ῥύσηται ἡμᾶς, ὁ μόνος ὑπάρχων εὐδιάλακτος.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
Ὄρος θεῖον καί ἄμωμον κατά τόν Προφήτην, Κόρη, ὑπάρχουσα ταῖς πρεσβείαις Σου δώρησαί μοι χαράν τῷ θλιβομένῳ και ἐλέησον.

Ταξιδεύοντα σκέπασον, ἡ τὸν Κυβερνήτην τεκοῦσα Κύριον, ἐν τῷ βίῳ δέ συνόδευσον, ἡ ἐμὴ προστάτις καὶ ἀντίληψις.

Ὅλον κείμενον πάθεσι, ἀπὸ τῶν ποικίλων κινδύνων λύτρωσαι καὶ προστάτευσον Παντάνασσα, ἡ θερμὴ ἀντίληψις καὶ σκέπη μου.

Καθεύδοντας ἔγειρον, πᾶσαν σκευωρίαν, Μῆτερ, ματαίωσον τοῦ βελίαρ, Παναμώμητε, φιλοστόργως πάντοτε καλύπτουσα.

ᾨδή ε΄. Φώτισον  ἡμᾶς.
Ὦ τῆς Σῆς χαρᾶς ἥν ἐβίωσας, Μητρόθεε, κατιδοῦσα τοῦ Υἱοῦ Σου τήν σεπτήν ἐξανάστασιν ἐκ τάφου, Ἀειπάρθενε!

Θεοῦ Σοί τῇ Μητρί τῶν ἐλπίδων τήν δικαίωσιν καταθέτομεν αἰτούμενοι τῆς χαρᾶς τῆς οὐρανίου τήν ἀπόλαυσιν.

Λαοῦ Σου εὐλαβοῦς, Θεομῆτορ καὶ Παντάνασσα, τήν δέησιν προσδέχου καί αὐτῷ τήν χαράν τήν Σήν κατάπεμψον, Θεόνυμφε.

Ἴασαι παθῶν ῥυομένη τοὺς ἱκέτας Σου, ὑγείαν δ’ εὐλογίαν κι ἱλασμόν ἁμαρτημάτων, παράσχου τούτοις, Ἄχραντε.

ᾨδή στ΄. Τὴν δέησιν ἐκχεῶ.
Βελίαρ καταργεῖς τήν κακίαν ἀπό πιστῶν, χαρᾶς πηγή Θεοτόκε· τὴν Σὴν θερμὴν προστασίαν καὶ σκέπην ἐπιβοώμεθα πίστει δεόμενοι, ὡς ἂν ῥυσθείημεν, Ἁγνή, πολλαπλῶν συμφορῶν καὶ κακώσεων.

Ὁρίων τῆς Σῆς ἁγίας Εἰκόνος, κεκρυμμένης οὔσης πρώην, Παρθένε, τῶν τῆς Ῥωσίας ἐξελθοῦσα ἡ φήμη πάντες αἰνέσεις Σοί, Κόρη, ἐξήγγειλαν, Σοί δόξαν δόντες ἀληθῶς, ὡς φησὶν ὁ Δαβὶδ ὁ θεσπέσιος.

Μῆτερ ὑπερφυῶς τετοκυῖα τὸν τῆς δόξης Βασιλέα, Παρθένε, τῆς οὐρανῶν Βασιλείας πολίτας καὶ κληρονόμους τῆς ἄνω λαμπρότητος ἀνάδειξον πάντας ἡμᾶς τοὺς ὑμνοῦντας τὰ θεῖά Σου θαύματα.

Ἐδόθη, ὡς θησαυρὸς σωτηρίας, ἡ ἁγία Σου Εἰκὼν Θεοτόκε, τοῖς ἐν Ῥωσίᾳ θερμῶς Σε ποθοῦσι· διό ὁδήγησον θείᾳ Σου χάριτι πρὸς σωτηρίας τὴν ὁδόν τοὺς προστρέχοντας, Κόρη, τῇ σκέπῃ Σου.

Ἀπάλλαξον τούς  θλιβομένους ἀπό τῆς λύπης, ὡς τῆς Χαρᾶς ὑπάρχουσα Μήτηρ καί πρόξενος, τούς Σούς πρόσφυγας, Θεοτόκε.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ’ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Ἀῖτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Χαρά τῶν πάντων θλιβομένων Πανύμνητε, τῶν Ὀρθοδόξων στήριγμα ἄσειστον, ἡμᾶς θείῳ φόβῳ ἑδραίωσον καὶ μετανοίας πρὸς τρίβον ὁδήγησον ἡμῶν τὰς καρδίας δεόμεθα.

Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στ. Ἄκουσον, Θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς Σου καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.

Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς τήν Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στ. Ἐλέησόν με, ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὄλβον ἀναφαίρετον τὴν θαυμαστήν Σου Εἰκόνα, Πέτρου Πόλις, Δέσποινα, θείᾳ εὐδοκίᾳ Σου, Κόρη κέκτηται· δωρεὰν πᾶσι γάρ ἐξ αὐτῆς παρέχεις, τοῖς αἰτοῦσι τὰ χαρίσματα, ἥν Χαράν παγκόσμιον Ῥῶσοι προσφυῶς ἐπωνόμασαν, ὡς σῴζουσαν ἐκ θλίψεως τοὺς ἐν πίστει ταύτῃ προστρέχοντας· ὅθεν ἀεὶ δίδου ἡμῖν τὴν Σὴν βοήθειαν, Ἁγνή, καὶ τῆς λαμπρᾶς προστασίας Σου τὰς ἐκφάνσεις, Ἄχραντε.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νίκην δέδωκας, Κόρη, γυναικὶ τῇ πασχούσῃ ἐπιστασίᾳ Σου, κατά σατάν δολίου· ὅθεν ἡμῶν τάς θλίψεις ἀπό τῶν δούλων Σου ἔπαρον, τήν Σήν ἀέναον χαράν παρέχουσα ἐν βίῳ.

Ὦ! ἡ χάρις Σου, Κόρη, πανταχοῦ ἁπλουμένη σώζει τοὺς ἅπαντας· ἐντεῦθεν οἱ τυχόντες τῶν εὐεργετημάτων, τῇ Εἰκόνι Σου σπεύδουσι εἰς Πετρουπόλεως ναόν αἰνοῦντές Σου τὴν δόξαν.

Ναόν ἤγειρεν μέγαν τῇ σεπτῇ Σου Εἰκόνι Ῥωσία Δέσποινα· ἐντεῦθεν καρπουμένη εὐνοίας Σου τὸν πλοῦτον τὰ πολλά Σου θαυμάσια, ἀνακηρύττει ἀεί φωναῖς εὐχαριστίας.

Χαράν δίδου, Παρθένε, καί ἀπό θλίψεων ῥῦσαι, Θεοχαρίτωτε, καὶ πάσης δυσπραγίας καὶ βλάβης καὶ μανίας, καὶ φθορᾶς ῥύου πάντοτε τοὺς προσκυνοῦντας πιστῶς τὴν θείαν Σου Εἰκόνα.

ᾨδή η΄. Τὸν Βασιλέα.
Ἀπό καρδίας τῇ ἱερᾷ Σου Εἰκόνι, τῶν θλιβομένων Χαρά πάντων προστρέχω, ἐπάκουσον βοῶν Σοι δεήσεως οἰκτρᾶς μου.

Ῥανίδα δός μοι, ὦ χαρᾶς πρόξενε Κόρη, τῆς χαρᾶς τῆς Σῆς καί ὑπό Σήν σκέπην τήρησόν με, Μῆτερ, ἐξαίρουσα τήν θλίψην.

Ἀνθρώπων πᾶσαι αἱ γενεαὶ ἀνυμνοῦμεν, ὡς χαρᾶς πηγήν Σε Κόρη Θεοτόκε· χαράν καί γάρ ἀνεῦρες Κυρίου Ἀναστάσει.

Ἀνάσσης σέβω χαροποιοῦ τήν Εἰκόνα, τὴν ἐκβλύζουσα χαρᾶς μένοντα ῥεῖθρα καὶ ἐπικαλοῦμαι αὐτῆς τὴν θείαν χάριν.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Ναῷ Σου προσκυνῶ Σε καὶ καθικετεύω καὶ παρακλήσεις ποιοῦμαί Σοι, Μῆτερ Ἁγνή, δοξολογῶν Παναγία καὶ μεγαλύνων Σε.

Τήν τῆς ψυχῆς ὀδύνην καί θλίψεως τό ἄχθος, μή ὑπερίδῃς τοῦ δούλου Σου, Ἄχραντε, καταφυγὴ καὶ ἐλπίς μου, Θεοχαρίτωτε.

Ὡς ἔσωσας, Παρθένε, πάλαι τούς θλιβομένους οὔτω καί νῦν ἐφ’ ἡμᾶς ἐπισκίασον καί τῆς χαρᾶς Σου τό δῶρον ἡμῖν δεδώρησαι.

Νῆσον χαρᾶς πελάγει τῆς θλίψεως δυστίνῳ ὁμολογοῦμεν καί πίστει προστρέχομεν, πρός Σε· πηγή χαρᾶς ἀνεκλάλητε.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

και τα παρόντα Μεγαλυνάρια.
Δεῦτε τὴν Εἰκόνα τὴν θαυμαστὴν τὴν ὀνομασθεῖσαν θλιβομένων πάντων Χαρά, τῆς Ἁγνῆς Παρθένου καὶ μόνης Θεοτόκου, οἱ εὐσεβοῦντες Ῥῶσοι κατασπασώμεθα.

Ἔχει ἡ Πετρούπολις Σὴν μορφήν, στέφος, δόξαν, κλέος καὶ θησαύρισμα ἱερόν, Χαρά τῶν θλιβομένων, Θεοῦ Μῆτερ Ἁγία, ἀνάκτορον πανάγιον τοῦ Παντάνακτος.

Ξένης τῆς Ὁσίας, Κόρη, χαρά ὤφθης ἐν τῷ βίῳ τῆς σαλότητος τῷ τραχύ· διό χαράν Σήν δίδου τοῖς θλιβομένοις, Μῆτερ· ταῖς τῆς Σαλῆς πρεσβείαις χαράν μοί δώρησαι.

Ἀνήγειρας δόμον, Πάτερ, λαμπρόν, Κόρῃ Θεοτόκῳ, θλιβομένων πάντων Χαρᾷ, μάκαρ Ἰωάννη Μαξίμοβιτς ἐν πόλει Φραγκίσκου ἔνθα σκῆνος σόν κεῖται ἄφθαρτον.

Σύντριψον, Παρθένε, τὸν δυσμενῆ καὶ χαράν Σύ δίδου καὶ πταισμάτων ἀπαλλαγήν ἡμῖν τοῖς ἐν πίστει καὶ πάσῃ εὐλαβείᾳ προσπίπτουσι τῇ θείᾳ, Κόρη, Εἰκόνι Σου.

Τὴν ἐκλελεγμένην τῷ Παντουργῷ, πρὸ πάντων αἰώνων καὶ τὰς Τάξεις τῶν οὐρανῶν ὑπερβᾶσαν πάσας, ἐν δόξῃ ἀσυγκρίτῳ, Χαράν τοῦ κόσμου μόνην ὕμνοις τιμήσωμεν.

Μεσίτευσον Κόρη τῷ Σῷ Υἱῷ, τὴν τοῦ Παραδείσου πανευφρόσυνον νῦν χαράν, δωρήσασθαι πᾶσι τοῖς πόθῳ προσκυνοῦσιν, Εἰκόνα Σου τὴν θείαν καὶ χαριτόβρυτον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενής δέησις καί Ἀπόλυσις, μεθ’  ἤν ψάλλομεν τό ἐξῇς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων θλιβομένων ἡ χαρά καὶ ἀδικουμένων προστάτις καὶ πενομένων τροφή, ξένων τε παράκλησις καὶ βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καὶ ἀντίληψις καὶ ὀρφανῶν βοηθός· Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, Σὺ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους Σου.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν.
Κύριε Ἰησοῦ Χριστέ ὅ Θεός ἡμῶν ἐλέησον ἡμᾶς.
Ἀμήν.

Στίχοι·
Χαρᾶς τῆς τοῦ Υἱοῦ Σου πλήρωσον, Παρθένε,
καρδίαν στένουσαν τῆς θλίψεως τῷ ἄχθι,
δούλου Σου τάλαινος Ἀντωνίου τοῦ τάχα
ποιητοῦ, ὡς ἔγραψε στίχους πτωχούς ἐκ πόθου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου