Πέμπτη, 19 Απριλίου 2018

Ὦ ἡσυχία


Ὦ ἡσυχία, προκοπὴ μοναζόντων·

ὦ ἡσυχία, κλῖμαξ οὐράνιος·

ὦ ἡσυχία, ὁδὸς βασιλείας οὐρανῶν·

ὦ ἡσυχία, κατανύξεως μήτηρ·

ὦ ἡσυχία, ἔσοπτρον ἁμαρτημάτων, ἡ δεικνύουσα ἀνθρώπῳ τὰ πλημμελήματα αὐτοῦ·

ὦ ἡσυχία, ἡ δάκρυα μὴ ἐμποδίζουσα·

ὦ ἡσυχία, πραότητος γεννήτρια·

ὦ ἡσυχία, ταπεινοφροσύνης σύσκηνε·

ὦ ἡσυχία, φόβῳ Θεοῦ συνεζευγμένη, διανοίας φωταγωγέ·

ὦ ἡσυχία, λογισμῶν κατάσκοπε, καὶ διακρίσεως σύμπονε·ὦ ἡσυχία, γεννήτρια παντὸς ἀγαθοῦ, νηστείας ἑδραίωμα, καὶ γαστριμαργίας ἐμπόδιον·

ὦ ἡσυχία, σχόλασις προσευχῆς καὶ ἀναγνώσεως·

ὦ ἡσυχία, γαλήνη λογισμῶν, καὶ λιμὴν εὔδιος·

ὦ ἡσυχία, ἀμεριμνία ψυχῆς·

ὦ ἡσυχία, ζυγὸς χρηστὸς καὶ φορτίον ἐλαφρὸν, ἀναπαύουσα καὶ βαστάζουσα τὸν βαστάζοντά σε·

ὦ ἡσυχία, εὐφροσύνη ψυχῆς καὶ καρδίας·

ὦ ἡσυχία, ὀφθαλμῶν καὶ ἀκοῆς καὶ γλώσσης χαλινός·

ὦ ἡσυχία περπερότητος ἀναίρεσις, καὶ ἀναιδείας ἐχθρά·

ὦ ἡσυχία, δεσμωτήριον παθῶν·

ὦ ἡσυχία, πάσης ἀρετῆς συνεργὲ, ἀκτημοσύνης πρόξενε, χωρίον Θεοῦ καρποφοροῦν καρποὺς ἀγαθούς·

ὦ ἡσυχία, τεῖχος καὶ ὀχύρωμα τῶν βουλομένων ἀγωνίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν.

πηγη: http://omothimadon.gr

http://www.hristospanagia.gr  

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.