Featured Post

Τὸ Ἅγιον Ὅρος ἀπὸ ψηλὰ – Ὁδοιπορικὸ στὸν Ἄθω

Ἡ γυμνὴ κορυφὴ τοῦ ὅρους Ἄθω, στὴ μέση του Αἰγαίου.

Translate

Τρίτη, 12 Απριλίου 2016

ΚΑΝΩΝ ΙΚΕΤΗΡΙΟΣ ΕΙΣ ΤΟΝ ΚΥΡΙΟΝ ΗΜΩΝ ΙΗΣΟΥΝ ΧΡΙΣΤΟΝ


Ποίημα Θεοκτίστου Μοναχού
 του Στουδίτου

ΟΤΑΝ ΔΕΝ ΥΠΑΡΧΕΙ ΙΕΡΕΥΣ


Δι' ευχών των Aγίωv Πατέρων ημών , Kύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς. Αμήν.
       Βασιλεύ  ουράνιε, Παράκλητε, το Πνεύμα της αληθείας, ο πανταχού παρών  και τα πάντα πληρών ,ο θησαυρός των αγαθών και ζωής χορηγός , ελθέ και σκήνωσον εν ημίν ,και καθάρισον ημάς από πάσης κηλίδος, και σώσον αγαθέ τας ψυχάς ημών. 
Αμήν .
Άγιος  ο  Θεός, άγιος  Ισχυρός, άγιος  ΑΘάνατος  ελέησον  ημάς. (τρεις φορές)
Δόξα... Καί νύν...


Παναγία Τριάς, ελέησον ημάς.   Κύριε, ιλάσθητι ταίς αμαρτίαις ημών, Δέσποτα, συγχώρησον τάς ανομίας ημίν.   Άγιε, επίσκεψαι καί ίασαι τάς ασθενείας ημών,    ένεκεν τού ονόματός σου.


Κύριε, ελέησον, Κύριε, ελέησον, Κύριε, ελέησον.


Δόξα... Καί νύν...
 Πάτερ ημών, ο εν τοις ουρανοίς, αγιασθήτω το όνομά σου, ελθέτω η βασιλεία σου, γεννηθήτω το Θέλημά σου ως εν ουρανώ και επί της γης.Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον και άφες ημίν τα οφειλήματα ημών, ως και ημείς αφίεμεν τοις οφειλέταις ημών και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού. Αμήν.

     Δι' ευχών των Aγίωv Πατέρων ημών , Kύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς. Αμήν.

Ψαλμός 142
Κύριε εισάκουσον τής προσευχής μου ενώτισαι τήν δέησίν μου εν τή αληθεία σου επάκουσόν μου εν τή δικαιοσύνη σου καί μή εισέλθης εις κρίσιν μετά τού δούλου σου ότι ου δικαιωθή-σεται ενώπιόν σου πάς ζών ότι κατεδίωξεν ο εχθρός τήν ψυχήν μου εταπείνωσεν εις γήν τήν ζωήν μου εκάθισέν με εν σκοτεινοίς ως νεκρούς αιώνος καί ηκηδίασεν επ' εμέ τό πνεύμά μου εν εμοί εταράχθη η καρδία μου εμνήσθην ημερών αρχαίων καί εμελέτησα εν πάσι τοίς έργοις σου εν ποιήμασιν τών χειρών σου εμελέτων διεπέτασα τάς χείράς μου πρός σέ η ψυχή μου ως γή άνυδρός σοι διάψαλμα ταχύ εισάκουσόν μου κύριε εξέλιπεν τό πνεύμά μου μή αποστρέψης τό πρόσωπόν σου απ' εμού καί ομοιωθήσομαι τοίς καταβαίνουσιν εις λάκκον
ακουστόν ποίησόν μοι τό πρωί τό έλεός σου ότι επί σοί ήλπισα γνώρισόν μοι κύριε οδόν εν η πορεύσομαι ότι πρός σέ ήρα τήν ψυχήν μου
εξελού με εκ τών εχθρών μου κύριε ότι πρός σέ κατέφυγον δίδαξόν με τού ποιείν τό θέλημά σου ότι σύ εί ο Θεός μου τό πνεύμά σου τό αγαθόν οδηγήσει με εν γή ευθεία ένεκεν τού ονόματός σου κύριε ζήσεις με εν τή δικαιοσύνη σου εξάξεις εκ θλίψεως τήν ψυχήν μου καί εν τώ ελέει σου εξολεθρεύσεις τούς εχθρούς μου καί απολείς πάντας τούς θλίβοντας τήν ψυχήν μου ότι δούλός σού ειμι εγώ

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, α'. Εξομολογείσθε τώ Κυρίω, καί επικαλείσθε τό όνομα τό άγιον αυτού.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στίχ, β'. Πάντα τά έθνη εκύκλωσάν με, καί τώ ονόματι Κυρίου ήμυνάμην αυτούς,

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.


Στίχ, γ'. Παρά Κυρίου εγένετο αύτη, καί εστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος, καί επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.


Ψαλμός 50
Ελέησόν με ο Θεός κατά τό μέγα ελεός σου καί κατά τό πλήθος των οικτιρμών σου εξάλειψον τό ανόμημά μου επί πλείον πλύνόν με από τής ανομίας μου καί από τής αμαρτίας μου καθάρισόν με ότι τήν ανομίαν μου εγώ γινώσκω καί η αμαρτία μου ενώπιόν μού εστιν διά παντός
σοί μόνω ήμαρτον καί τό πονηρόν ενώπιόν σου εποίησα όπως άν δικαιωθής εν τοίς λόγοις σου καί νικήσης εν τώ κρίνεσθαί σε ιδού γάρ εν ανομίαις συνελήμφθην καί εν αμαρτίαις εκίσσησέν με η μήτηρ μου ιδού γάρ αλήθειαν ηγάπησας τά άδηλα καί τά κρύφια τής σοφίας σου εδήλωσάς μοι ραντιείς με υσσώπω καί καθαρισθήσομαι πλυνείς με καί υπέρ χιόνα λευκανθήσομαι ακουτιείς με αγαλλίασιν καί ευφροσύνην αγαλλιάσονται οστά τεταπεινωμένα
απόστρεψον τό πρόσωπόν σου από τών αμαρτιών μου καί πάσας τάς ανομίας μου εξάλειψον καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός καί πνεύμα ευθές εγκαίνισον εν τοίς εγκάτοις μου μή απορρίψης με από τού προσώπου σου καί τό πνεύμα τό άγιόν σου μή αντανέλης απ' εμού απόδος μοι τήν αγαλλίασιν τού σωτηρίου σου καί πνεύματι ηγεμονικώ στήρισόν με διδάξω ανόμους τάς οδούς σου καί ασεβείς επί σέ επιστρέψουσιν ρύσαί με εξ αιμάτων ο Θεός ο Θεός τής σωτηρίας μου αγαλλιάσεται η γλώσσά μου τήν δικαιοσύνην σου κύριε τά χείλη μου ανοίξεις καί τό στόμα μου αναγγελεί τήν αίνεσίν σου ότι ει ηθέλησας θυσίαν έδωκα άν ολοκαυτώματα ουκ ευδοκήσεις θυσία τώ Θεώ πνεύμα συντετριμμένον καρδίαν συντετριμμένην καί τεταπεινωμένην ο Θεός ουκ εξουθενώσει αγάθυνον κύριε εν τή ευδοκία σου τήν Σιων καί οικοδομηθήτω τά τείχη Ιερουσαλημ τότε ευδοκήσεις θυσίαν δικαιοσύνης αναφοράν καί ολοκαυτώματα τότε ανοίσουσιν επί τό θυσιαστήριόν σου μόσχους


Ωδή α΄. Ήχος β΄. Εν βυθώ κατέστρωσε.
Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού γλυκύτατε Χριστέ, Ιησού μακρόθυμε, τα της ψυχής μου θεράπευσον τραύματα, Ιησού και γλύκανον, την καρδίαν μου πολυέλεε δέομαι, Ιησού σωτήρ μου, ίνα μεγαλύνω σε σωζόμενος.


 Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού γλυκύτατε Χριστέ, Ιησού διάνοιξον, της μετανοίας μοι πύλας φιλάνθρωπε, Ιησού και δέξαι με, σοι προσπίπτοντα και θερμώς εξαιτούμενον, Ιησού σωτήρ μου, των πλημμελημάτων την συγχώρησιν.


 Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού γλυκύτατε Χριστέ, Ιησού εξάρπασον, εκ της χειρός του δολίου Βελίαρ με, Ιησού και ποίησον, δεξιόν καμέ παραστάτην της δόξης σου, Ιησού Χριστέ μου, μοίρας ευωνύμου λυτρωσάμενος.


 Θεοτοκίον
Ιησούν γεννήσασα Θεόν, Δέσποινα δυσώπησον, υπέρ αχρείων ικετών πανάχραντε, όπως της κολάσεως, ταις πρεσβείαις σου λυτρωθώμεν αμόλυντε, οι μεμολυσμένοι, δόξης αϊδίου απολαύσαντες.


Ωδή γ΄. Εν πέτρα με της πίστεως.
Δόξα σοι, Κύριε, δόξα σοι
Εισάκουσον φιλάνθρωπε Ιησού μου, του δούλου σου βοώντος εν κατανύξι, και ρύσαι Ιησού μου της καταδίκης, και της κολάσεως, μόνε μακρόθυμε, Ιησού γλυκύτατε πολυέλεε.


Δόξα σοι, Κύριε, δόξα σοι
Υπόδεξαι τον δούλόν σου Ιησού μου, προσπίπτοντα συν δάκρυσιν Ιησού μου, και σώσον Ιησού μου μετανοούντα, και της γεέννης με, Δέσποτα λύτρωσαι, Ιησού γλυκύτατε πολυέλεε.
 Δόξα σοι, Κύριε, δόξα σοι
Τον χρόνον Ιησού μου ον δέδωκάς μοι, εις πάθη εδαπάνησα Ιησού μου, διό με Ιησού μου μη απορρίψης, αλλ’ ανακάλεσαι, δέομαι Δέσποτα, Ιησού γλυκύτατε και διάσωσον.


Θεοτοκίον.
Παρθένε η τεκούσα τον Ιησού μου, ικέτευε ρυσθήναί με της γεέννης, η μόνη προστασία των θλιβομένων, θεοχαρίτωτε, και καταξίωσον, της ζωής πανάμωμε της αγήρω με.


Κάθισμα. Ήχος α΄. Τον τάφο σου Σωτήρ.

Σωτήρ μου Ιησού, ο τον άσωτον σώσας, σωτήρ μου Ιησού, ο δεξάμενος πόρνην, καμέ νυν ελέησον, Ιησού πολυέλεε? σώσον οίκτειρον, ω Ιησού ευεργέτα, ώσπερ ώκτειρας, τον Μανασσήν Ιησού μου, ως μόνος φιλάνθρωπος.



Ωδή δ΄. Ελήλυθας εκ παρθένου.
Δόξα σοι, Κύριε, δόξα σοι
Θεράπευσον, Ιησού μου ψυχής μου τα τραύματα, Ιησού μου δέομαι, και της χειρός με εξάρπασον, Ιησού μου εύσπλαγχνε, του ψυχοφθόρου Βελίαρ και διάσωσον. 


Δόξα σοι, Κύριε, δόξα σοι
Ημάρτηκα, Ιησού μου γλυκύτατε εύσπλαγχνε? Ιησού μου σώσόν με, τον προσφυγόντα τη σκέπη σου, Ιησού μακρόθυμε, και βασιλείας της σης με καταξίωσον.

 Δόξα σοι, Κύριε, δόξα σοι
Ουχ ήμαρτεν, Ιησού μου ουδείς ώσπερ ήμαρτον, εγώ ο ταλαίπωρος, νυν δε προσπίπτω δεόμενος? Ιησού μου σώσόν με, και την ζωήν Ιησού μου κληροδότησον.


Θεοτοκίον.
Πανύμνητε Ιησούν η γεννήσασα Κύριον, αυτόν καθικέτευε, του λυτρωθήναι κολάσεως, πάντας τους υμνούντάς σε, και Θεοτόκον κυρίως ονομάζοντες.


Ωδή ε΄. Ο φωτισμός των εν σκότει.

Δόξα σοι, Κύριε, δόξα σοι
Συ φωτισμός, Ιησού μου νοός μου, συ σωτηρία, της απεγνωσμένης ψυχής μου Σώτερ, συ Ιησού μου της κολάσεως ρύσαι, και γεέννης εμέ κραυγάζοντα, σώσον Ιησού μου, Χριστέ με τον άθλιον.


Δόξα σοι, Κύριε, δόξα σοι
Ολοσχερώς Ιησού μου προς πάθη της ατιμίας, καταβεβλημένος ήδη κραυγάζω? συ Ιησού μου, βοηθείας μοι χείρα, καταπέμψας έκσπασον κράζοντα, σώσον Ιησού μου, Χριστέ με τον άθλιον.


Δόξα σοι, Κύριε, δόξα σοι
Βέβηλον νουν, Ιησού περιφέρων αναβοώ σοι? κάθαρον του ρύπου με των πταισμάτων, και λύτρωσαί με τον εις βάθη κακίας, εξ ανωσίας κατολισθήσαντα, σώτερ Ιησού μου, και σώσόν με δέομαι.


Θεοτοκίον
Τον Ιησούν, η γεννήσασσα Κόρη Θεοκυήτορ, τούτον εκδυσώπει σωθήναι πάντας τους ορθοδόξους, μοναστάς και μιγάδαας, και γεέννης ρυσθήναι κράζοντας? πλην σου προστασίαν, βεβαίαν ουκ έγνωμεν.


Ωδή ?΄. Εν αβύσσω πταισμάτων.
Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού μου Χριστέ πολυέλεε, εξομολογούμενον δέξαι με Δέσποτα, ω Ιησού και σώσόν με, και φθοράς Ιησού με εξάρπασον.


Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού μου ου γέγονεν έτερος, άσωτος ουδείς, ως εγώ ο ταλαίπωρος, ω Ιησού φιλάνθρωπε? αλλά συ Ιησού με διάσωσον.
Δόξα σοι, Κύριε, δόξα σοι
Ιησού μου και πόρνην και άσωτον, και τον Μανασσήν και τελώνην νενίκηκα, ω Ιησού μου πάθεσι, και ληστήν Ιησού Νινευΐτας τε.
Θεοτοκίον.
Ιησού τον Χριστόν μου κυήσασα, άχραντε Παρθένε, η μόνη αμόλυντος, μεμολυσμένον όντα με, πρεσβειών σου υσσώπω νυν κάθαρον.


Κοντάκιον. Ήχος δ΄. Επεφάνης σήμερον.
Ιησού γλυκύτατε, το φως του κόσμου, της ψυχής μου φώτισον, τους οφθαλμούς Υιέ Θεού, τη θεαυγεί σου λαμπρότητι, ίνα υμνώ σε το φως το ανέσπερον.


Ωδή ζ΄. Εικόνος χρυσής.
Δόξα σοι, Κύριε, δόξα σοι
Χριστέ Ιησού, ουδείς ήμαρτεν εν γη εκ του αιώνος, ω Ιησού μου ώσπερ ήμαρτον, εγώ ο τάλας και άσωτος? όθεν Ιησού μου βοώ σοι? μελωδούντά με οίκτειρον, ευλογητός ει ο Θεός, ο των πατέρων ημών.


Δόξα σοι, Κύριε, δόξα σοι
Χριστέ Ιησού, εν τω φόβω σου βοώ καθήλωσόν με, ω Ιησού μου και κυβέρνησον, νυν προς λιμένα τον εύδιον, όπως Ιησού μου οικτίρμον, μελωδώ σοι σωζόμενος? ευλογητός ει ο Θεός, ο των πατέρων ημών.


Δόξα σοι, Κύριε, δόξα σοι
Χριστέ Ιησού, μυριάκις υπεσχέθην σοι ο τάλας, ω Ιησού μου την μετάνοιαν, αλλ’ εψευσάμην ο άθλιος. Όθεν Ιησού μου βοώ σοι? την αναίσθητον μένουσαν, ψυχήν μου φώτισον Χριστέ, ο των πατέρων Θεός.


Θεοτοκίον.
Χριστόν Ιησούν, η γεννήσασα φρικτώς και υπέρ φύσιν, αυτόν δυσώπει παναμώμητε, τα παρά φύσιν μου πταίσματα, πάντα συγχωρήσαί μοι Κόρη, ίνα κράζω σωζόμενος? ευλογημένη η Θεόν σαρκί κυήσασα.


Ωδή η΄. Τον εν καμίνω του πυρός.

Δόξα σοι, Κύριε, δόξα σοι
Σε Ιησού μου δυσωπώ? ως την πόρνην Ιησού μου ελυτρώσω, των πολλών εγκλημάτων, ούτω καμέ Ιησού, Χριστέ μου λύτρωσαι και κάθαρον, την ρερυπωμένην ψυχήν μου, Ιησού μου.


Δόξα σοι, Κύριε, δόξα σοι
Καθυποκύψας Ιησού, ταις αλόγοις ηδοναίς άλογος ώφθην, και τοις κτήνεσιν όντως, ω Ιησού μου οικτρώς, ο τάλας Σώτερ αφωμοίωμαι? όθεν Ιησού με της αλογίας ρύσαι.
Δόξα σοι, Κύριε, δόξα σοι
Περιπεσών ω Ιησού, ψυχοφθόροις εν λησταίς απεγυμνώθην, την στολήν Ιησού μου, την θεοΰφαντον νυν, και κείμαι μώλωψι κατάστικτος? έλαιον Χριστέ μου επίχεε και οίνον.


Θεοτοκίον.
Τον Ιησού μου και Θεόν, η βαστάσασα Χριστόν ανερμηνεύτως, Θεοτόκε Μαρία, τούτον δυσώπει αεί, κινδύνων σώζεσθαι τους δούλους σου, και τους υμνητάς σου απείρανδρε Παρθένε.


Ωδή θ΄. Τον εκ Θεού Θεόν Λόγον.
Δόξα σοι, Κύριε, δόξα σοι
Τον Μανασσήν Ιησού μου, τον τελώνην την πόρνην, τον άσωτον οικτίρμον Ιησού, και τον ληστήν υπερβέβηκα, Ιησού μου εν έργοις, αισχίστοις και ατόποις Ιησού? αλλά συ Ιησού μου, προφθάσας με διάσωσον.

 Δόξα σοι, Κύριε, δόξα σοι
Τους εξ Αδάμ Ιησού μου, αμαρτήσαντας πάντας, προ νόμου και εν νόμω Ιησού, και μετά νόμον ο άθλιος, Ιησού μου και χάριν, νενίκηκα τοις πάθεσιν οικτρώς, αλλά συ Ιησού μου, τοις κρίμασί σου σώσόν με.


Δόξα σοι, Κύριε, δόξα σοι
Μη χωρισθώ Ιησού μου, της αφράστου δόξης, μη τύχω της μερίδος Ιησού, της ευωνύμου γλυκύτατε, Ιησού αλλά συ με, τοις δεξιοίς προβάτοις σου Χριστέ, Ιησού μου συντάξας, ανάπαυσον ως εύσπλαγχνος.

Θεοτοκίον.
Τον Ιησούν Θεοτόκε, ον εβάστασας μόνη, απείρανδρε Παρθένε Μαριάμ, τούτον αγνή εξιλέωσε, ως υιόν σου και κτίστην, ρυσθήναι τους προστρέχοντας εις σε, πειρασμών και κινδύνων, και του πυρός του μέλλοντος.

Στιχηρά προσόμοια.

Ήχος πλ. δ΄. Όλην αποθέμενοι. 

Ιησού γλυκύτατε, ψυχής εμής θυμηδία, Ιησού η κάθαρσις, του νοός μου Δέσποτα πολυέλεε, Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου παντοδύναμε, μη καταλίπης με, σώτερ Ιησού με ελέησον, και λύτρωσαι κολάσεως, πάσης Ιησού και αξίωσον, της των σωζομένων, μερίδος Ιησού και τω χορώ, των εκλεκτών σου με σύνταξον, Ιησού φιλάνθρωπε.


Ιησού γλυκύτατε, των αποστόλων η δόξα, Ιησού μου καύχημα, των μαρτύρων Δέσποτα παντοδύναμε, Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου ωραιότατε, τον σοι προστρέχοντα, σώτερ Ιησού μου ελέησον, πρεσβείαις της τεκούσης σε, πάντων Ιησού των αγίων σου, προφητών τε πάντων, σωτήρ μου Ιησού και της τρυφής, του παραδείσου αξίωσον, Ιησού πανάγαθε.



Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ιησού γλυκύτατε, των μοναζόντων το κλέος, Ιησού μακρόθυμε, ασκητών εντρύφημα και καλλώπισμα? Ιησού σώσόν με, Ιησού σωτήρ μου, Ιησού μου πολυέλεε, χειρός εξάρπασον, σώτερ Ιησού μου του δράκοντος, και τούτου των παγίδων με, σώτερ Ιησού ελευθέρωσον, λάκκου κατωτάτου, σωτήρ μου Ιησού αναγαγών, και δεξιοίς συναρίθμησον, Ιησού προβάτοις με.


Και νύν…
Θεοτοκίον.
Μη καταπιστεύσης με, ανθρωπίνη προστασία, Παναγία Δέσποινα, αλλά δέξαι δέησιν του ικέτου σου? θλίψις γαρ έχει με, φέρειν ου δύναμαι, των δαιμόνων τα τοξεύματα? σκέπην ου κέκτημαι, ουδέ πού προσφύγω ο άθλιος, πάντοθεν πολεμούμενος, και παραμυθίαν ουκ έχω πλην σου? Δέσποινα του κόσμου, ελπίς και προστασία των πιστών, μη μου παρίδης την δέησιν, το συμφέρον ποίησον.


Ευχή εις τον Κύριον ημών Ιησούν Χριστόν.
Δέσποτα Χριστέ, ο Θεός, ο τοις πάθεσί σου τα πάθη μου θεραπεύσας και τοις τραύμασί σου τα τραύματά μου ιατρεύσας, χάρισαί μοι τω πολλά σοι πταίσαντι δάκρυα κατανύξεως? συγκέρασόν μου το σώμα από οσμής του ζωοποιού σώματός σου και γλύκανόν μου την ψυχήν τω σω τιμίω αίματι από της πικρίας, ην με ο αντίδικος επότισεν. Ύψωσον τον νουν μου προς σε, κάτω ελκυσθέντα, και ανάγαγέ με από του χάσματος της απωλείας, ότι ουκ έχω μετάνοιαν, ουκ έχω κατάνυξιν, ουκ έχω δάκρυον παρακλητικόν, τα επανάγοντα τα τέκνα προς την ιδίαν κληρονομίαν. Εσκότισμαι τον νουν εν τοις βιωτικοίς πάθεσι και ουκ ισχύω ατενίσαι προς σε εν οδύνη? ου δύναμαι θερμανθήναι τοις δάκρυσι της προς σε αγάπης. Αλλά, Δέσποτα Κύριε, Ιησού Χριστέ, ο θησαυρός των αγαθών, δώρησαί μοι μετάνοιαν ολόκληρον και καρδίαν επίπονον εις αναζήτησίν σου? χάρισαί μοι την χάριν σου και ανακαίνισον εν εμοί τας μορφάς της σης εικόνος. Κατέλιπόν σε, μη με εγκαταλίπης? έξελθε εις αναζήτησίν μου, επανάγαγέ με προς την νομήν σου, συναρίθμησόν με τοις προβάτοις της εκλεκτής σου ποίμνης και διάθρεψόν με συν αυτοίς εκ της χλόης των θείων σου μυστηρίων, πρεσβείαις της πανάγνου Μητρός σου και πάντων των αγίων σου. Αμήν.

Θεέ μου, λυπήσου με τον αμαρτωλό, που δεν έκανα κανένα καλό μπροστά Σου. Γλύτωσέ με από τον πονηρό και αξίωσέ με ακατάκριτα ν΄ανοίγω το ανάξιο στόμα μου και ν΄ανυμνώ το Πανάγιο όνομά Σου, του Πατρός και του Υιού και του Αγίου Πνεύματος. Συγχώρησέ μου, Κύριε, κάθε της καρδιάς μου άτοπη επιθυμία, Σύ που ξέρεις καλά τις καρδιές των ανθρώπων. Συγχώρησέ με που έρχομαι ανάξια κοντά Σου, γιατί σε πόθησα και σε ποθώ. Συγχώρησέ με τον αμαρτωλό, τόν πονηρό, τον ψεύτη, τον ανυπόμονο, τον λιγόψυχο, τον αμελή στις θείες εντολές σου, εμένα που αμάρτησα στη γη και στη θάλασσα και σε κάθε τόπο. Μπροστά στα αλάθητα μάτια σου δεν έπαψα να εργάζομαι το πονηρό γιατί ο πονηρός δεν έπαψε να με μπλέκει στα δίχτυα του με γαστριμαργίες και ηδονές και πονηρές επιθυμίες, με δόλους και κενοδοξίες και βλαστημίες. Αλλά Σύ, Κύριε, που είσαι ο μόνος ελεήμων και Πανάγαθος, βοήθησέ με και σώσε με όπως έσωσες τον άσωτο, τον τελώνη, την πόρνη και τον ληστή. Ναί, φιλάνθρωπε Δέσποτα, μή με αποστραφείς τον αμαρτωλό και αχρείο, με τις πρεσβείς της Παναγίας Δέσποινας, καί όλων των Αγίων, γιατί είσαι Ευλογητός στους αιώνες των αιώνων. 

Αμήν.
(Άγιος Μακάριος)


Δι' ευχών των Aγίωv Πατέρων ημών , Kύριε Ιησού Χριστέ ο Θεός ελέησον και σώσον ημάς. Αμήν.

ΠΗΓΗ:
 http://amartolon-sotiria.blogspot.gr/

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

LinkWithin

Related Posts Plugin for WordPress, Blogger...